Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 18.1
Not analysed yet
ιη'. Τούτων δὴ οὖν τῶν Διλιμνιτῶν ὁ ἀποδασμὸς, νυκτὸς ἐπελθούσης, κατὰ τῶν Σαβείρων ἐχώρουν, ἄμεινον εἶναι δοκοῦν, ἔτι καθεύδουσιν αὐτοῖς ἐπιστῆναι, οὕτω τε ἅπαντας εὐκολώτερον κατακτεῖναι· καὶ, οἶμαι, οὐκ ἂν διήμαρτον τῆς ἐλπίδος, εἰ μή τις αὐτοὺς ἔσφηλε τύχη. ἰόντες γὰρ δήπου ἐς τοῦτο, ἀνήρ τις αὐτοῖς Κόλχος ἐν σκότῳ καὶ ἐρημίᾳ, ὧδέ πως ξυνενεχθὲν, ὑπαντιάζει· καὶ τὸν ἀσμενέστατα ξυλλαβόντες, ἀναγκάζουσι τῆς ἐπὶ τοὺς Σαβείρους ἡγεῖσθαι πορείας. ὁ δὲ προθυμότατα ὑποστὰς τὸ ἐπίταγμα, καὶ ἤδη προπορευόμενος, ἐπειδὴ νάπης τινὸς λασίας ἐκύρησεν, ὑφιζάνει τε ἠρέμα καὶ ὑποδύεται· οὕτω τε διαδρὰς τοὺς ἑπομένους καἰ προτερήσας, ἧκε δρομαῖος παρὰ τοὺς Οὔννους· εὑρὼν δὲ ἅπαντας ἀνειμένως οὑτωσὶ ἀναπαυομένους καὶ ὑπορέγχοντας· „ὠ δείλαιοι” ἔφη „αὐτίκα μάλα ἀπολεῖσθε”, τορόν τι ἐμβοήσας καὶ διαπρύσιον. οὕτω τε αὐτοὺς μόλις ἀνακαλεσάμενος ἐς ἐγρήγορσιν, ἀγγέλλει τοὺς πολεμίους ὅσον οὔπω παρεσομένους. οἱ δὲ ξὺνθορύβῳ διαναστάντες, καὶ τὰ ὅπλα περιβαλόμενοι, ἐκτὸς τοῦ χαρακώματος ἀπεχώρουν, καὶ ὑπεκρύπτοντο, διχῇ μεμερισμένοι· κατέλιπον δὲ τήν τε εἴσοδον ἀφύλακτον, καὶ οὕτω κατὰ χώραν ἑστῶτας τοὺς ἐκ τῶν ξύλων τε καὶ ἐφεστρίδων ἐσκευασμένους οἰκίσκους. οἱ δὲ Διλιμνῖται πλείστας μὲν ὅσας ἀτραποὺς τῇ ἀπειρίᾳ τῶν τόπων ἀναμετρήσαντες, πλὴν ἀλλ’ ἔτι ὑπὸ τὸ κνέφας ἐς τὸ τῶν οὕννων στρατόπεδον ἀφιγμένοι, ἐσβάλλουσι θαῤῥαλέοι ἐπὶ κακῷ τῷ σφετέρῳ, καὶ εἴσω ἅπαντες γίγνονται. πάταγος δὲ οὐκ ἦν, οὐδὲ βοὴ, ὡς ἂν μὴ ἐκεῖνοι ξυναίσθοιντο δῆθεν καὶ ἀφυπνισθεῖεν, ἀλλ’ ἠρεμαῖοι τὰ δόρατα ἔς τε τὰς εὐνὰς καὶ τὰς καλύβας ἠκόντιζον, ὡς τοὺς καθεύδοντας ἀναιροῦντες. ἤδη τε ᾤοντο ἅπαν αὐτοῖς ἠνύσθαι τὸ ἔργον, ἀλλὰ τότε οἱ Σάβειροι ἐκ τῆς ἐνέδρας ἑκατέρωθεν ὁρμηθέντες, ἐσπίπτουσιν αὐτοῖς ἐξαπιναίως καὶ ἐπιφέρονται. οἱ δὲ ἀθρόον τῷ ἀπροσδοκήτῳ καταπλαγέντες, καὶ ἐς τἀναντία τῶν ἐλπισθέν- των περιηγμένοι, διηπόρουν καἰ ἐταράττοντο· οὔτε γὰρ φεύγει αὐτοὺς ῥᾷστα ἐνῆν ἐν ἐλαχίστῳ χωρίῳ ξυνειλημμένους, οὔτε μὴν ἐς τὸ ἀκριβὲς τοὺς δυσμενεῖς διαγινώσκειν, οἶα ἐν νυκτομαχίᾳ καὶ φόβῳ. τοιγάρτοι χύδην ὑπὸ τῶν Σαβείρων ἐκτείνοντο, οὐδ’ ὅσον ἐς πεῖραν ἐλθεῖν ἀμυνόμενοι· καὶ ὀκτακόσιοι μὶν ἄνδρες ἔνδον ἐν τῷ στρατοπέδῳ διεφθάρησαν, οἱ δὲ ἄλλοι μόλις ὑπεκβάντες ἠλῶντο σποράδην, οὐκ ἐπιστάμενοι ὅποι χωρήσαιεν· ἤδη τε πόρρω που πεφευγέναι δοκοῦντες, αὖθις ἐς ταὐτὸν ἀνεκυκλοῦντο, καὶ περιέπταιον τοῖς πολεμίοις. καὶ ταῦτα μὶν τῆς νυκτὸς ἁπάσης ἐγίγνετο· ἤδη δὲ τοῦ ὄρθρου χαρασσομένου, καί ἡμέρας ἐπιφανείσης, αὐτίκα τῶν Διλιμνιτῶν οἱ σωζόμενοι ἐπεγίγνωσκον τὰς πορείας, κὼ ἰθὺ τῶν Περσικῶν ἔθεον στρατευμάτων, ἐγκειμένων σφισι καὶ ὣς τῶν Σαβείρων. Βάβας δὲ ὁ στρατηγὸς, ὃς δὴ τῶν ἐν τῇ Κολχίδι χώρα ἱδρυμένων ἐκπλείστου ῾Ρωμαίων ἡγεῖτο, ἀλλ’ οὑτός γε ὁ Βάβας ἐτύγχανε γὰρ ἐν τῷ τότε κατὰ τὴν Ἀρχαιόπολιν διανυκτερεύσας,) τῷ μὲν θορύβῳ καὶ τῇ βοῇ πάντοθεν περιεβομβεῖτο. ἴως δὲ σκότος ἦν καὶ ἀδηλία τῶν ποιουμένων, ὁ δὲ ἀφασίᾳ εἴχετο πολλῇ, καὶ ἔνδον ἠρέμει· ὡς δὲ, τοῦ ἡλίου ἐπαυγάσαντος τὰς ἀκρωρείας, κατεῖδε τὸ ἀτρεκὲς τῶν τελουμένων, μένων, καὶ τοὺς Διλιμνίτας ὑπὸ τῶν Σαβείρων ἐλαυνομένους, τότε δὲ καὶ αὐτὸς ἐκδραμὼν τοῦ ἄστεος ἅμα τῷ ξυμπαρόντι ὁμίλῳ, οὐκ ἐλάχιστόν τι αὐτῶν διεχρήσατο μέρος, ὡς μόλις ἐκ τοσούτων οὔπω χιλίους τοὺς ξύμπαντας παρὰ τὸν Ναχοραγὰς ἀφικέσθαι.