Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 19-3
Not analysed yet
ιθ'. Ὁ δὲ, ἐπειδὴ τῆσδε διήμαρτεν τῆς πείρας, αὐτίκα ᾤχετο ἐπὶ τὴν Νῆσον, καὶ ἀγχοῦ που τῶν ῾Ρωμαίων στρατοπεδευσάμενος, προὐκαλεῖτο ἐς λόγους ἀφικέσθαι οἱ τὸν Μαρτῖνον. καὶ παραγενομένῳ, „σὺ δὲ” ἔφη „ὠ στρατηγὲ, ἐς τοσοῦτον ἀγχινούστατός γε ὢν καὶ φρενήρης, καὶ τῶν παρὰ ῾Ρωμαίοις δυνατωτάτων, εἶτα οὐκ ἐθελήσεις ἀποπαῦσαι πόνου τε καὶ δυσμενείας ἄμφω τὼ Βασιλέε, ἀλλὰ μεθῆκας αὐτοὺς οὕτω δὴ ἐπιπλεῖστον τὴν ἀλλήλων ἐπιλυμαινομένους. εἰ δὴ οὖν νῦν γοῦν ἐστί σοι βουλομένῳ διαλλαγὰς ποιήσασθαι καὶ ξυνθήκας, ἄγε ὅπως αὐτὸς μὲν ἐς Τραπεζοῦντα τὴν πόλιν τὴν Ποντικὴν ἅμα τῷ στρατῷ μεταβήσῃ, ἐνθάδε δὲ ἡμεῖς μενοῦμεν οἱ Πέρσαι· οὕτω τε τὰ τῆς ἐκεχειρίας σχολαίτερον διαλεξόμεθα, πιστοῖς χρώμενοι ἀγγελιαφόροις. εἰ γὰρ μὴ ἑκὼν εἶναι ἀπάξεις ἐνθένδε τὸ στράτευμα, ἴσθι, ὦ γενναῖε, ὡς πρὸς ἀνάγκης ἀπελαθήσῃ. βεβαιότατα γὰρ ἐγὼ τὴν νίκην ἔχω, καὶ περιβέβλημαι οὐ χαλεπώτερον ἢ τόδε τὸ κτῆμα.” καὶ ἅμα λέγων, τὸν δακτύλιον ἐπεδείκνυεν ὃν ἐπεφέρετο. πρὸς ταῦτα δὲ ὑπολαβών· „ἄλλ’ ἔμοηε’’ ὁ Μαρτῖνος„ εὐκτὸν μὲν ἡ εἰρήνη δοκεῖ καὶ τιμιώτατον, καὶ συλλήψομαι σοι προσαγομένῳ τε αὐτὴν καὶ καθιστῶντι· ἄμεινον δὲ, οἶμαι, ταῦτα δράσοιμεν ὄν, εἴγε σὺ μὲν ὡς τάχιστα ἐς Ἰβηρίαν μεταχωρήσεις, ἐγὼ δὲ ἐλεύσομαι ἐς Μουχείρισιν. οὕτω τε τὰ ἐν ποσὶ διασκεψόμεθα. τῆς δὲ νίκης πέρι σοὶ μὲν ἐξέστω μεγαλαυχεῖν τῷ λόγῳ καὶ αὐθαδιάζεσθαι, καὶ τῶν ἀγοραίων αὐτὴν καὶ αὐθαιρέτων ἡγεῖσθαι πημάτων· ἐγὼ δὲ καὶ τοῦτό φημι τῇ τοῦ κρείττονος ταλαντεύεσθαι γνώμῃ, καὶ οὐ παρὰ τοὺς μέγα βρενθυομένους ἰέναι, ἀλλ’ ἐφ’ οὑς ἂν ὁ πάντων προαγωγὸς ἐπινεὐσῃ.’’ οὕτω δὲ τοῦ Μαρτίνου ἀνδρειότατά τε καὶ μάλα ὁσίως ἀποκριναμένου, καὶ τῇ τοῦ βαρβάρου νεμεσήσαντος ἀλαζονείᾳ, οὐδὲν δὲ ὁτιοῦν προελθὸν εἰρηναῖον, διεκρίθησαν ἀπ’ ἀλλήλων. καὶ ὁ μὲν ἐς τὸ στρατόπεδον ἐπανῆκε, Μαρτῖνος δὲ ἐς τὴν Νῆσον. τῷ δὲ Ναχοραγὰν μενετέα μὲν αὐτοῦ ἥκιστα ἐδόκει, ἐς δὲ τὸν Φάσιν τὴν πόλιν ἰέναι διενοεῖτο, ἐκεῖσέ τε μᾶλλον ἐκκαλέσασθαι τοὺς Ῥωμαίους. ἐπιμαχώτατον γὰρ τὸ ἐκείνη ἔρυμα εἶναι ἐπέπυστο, ἅτε δὴ ξύλοις ἅπαν ἐσκευασμένον, καὶ τὰ ἐχόμενα πέδια εὐόμαλά τε καὶ ἀγαθὰ ἐνοτρατοπεδεύσασθαι. ἤδη δὲ ἡ πόλις ὁ Φάσις, ἅπασιν, οἶμαι, διαδηλότατον, ὡς ἐκ τοῦ ποταμοῦ εἴληφε τὴν ἐπωνυμίαν, πλησιαίτατα ὑποῤῥέοντος, καὶ ἀμφ’ αὐτὴν ἐς τὸν Εὔξεινον πόντον ἀπερευγομένου. πρὸς γὰρ τῷ αἰγιαλῷ καὶ ταῖς ἐκβολαῖς τὸ πόλισμα ἵδρυται· ἀφέστηκε δὲ τῆς Νήσου ἓξ μάλιστα παρασάγγαις ἔπι δυόμενον ἥλιον.