Ancient Greek · ~10 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 17-3
Not analysed yet
ιζ΄. Ἐπεὶ δὲ αὐτοῖς τὰ τῆς μιαιφονίας ἀπείργαστο, τὸ ἀνοιδαῖνον τέως τῆς γνώμης καὶ ὀργιζόμενον, τῷ ἀποπλησθῆναι τὴν ἐπιθυμίαν, ὑποχαλᾷν ἐδόκει καὶ περιστέλλεσθαι, τότε δὴ μόνον τὸ πραχθὲν ἐφ’ αὑτῷ διασκοποῦντες, ἀνελογίζοντο, καὶ ξυνίεσαν ὁποῖος αὐτοῖς ἀνέῤῥιπτο κύβος, ὅτι τε οὐκ ἐς μακρὰν ἥξουσιν οἱ Ῥωμαῖοι τιμωρησείοντες, καὶ ὅτι αὐτοὺς ἐκεῖνοι οὐχ ὑποστήσονται. τοιγάρτοι ἀναφανδὸν ἀποστάντες, προσεχώρουν τοῖς πέρσαις, καὶ ἐπρεσβεύοντο, ὑποδέχεσθαί τε σφᾶς αἰτούμενοι, καὶ ὡς δὴ κατηκόοις τολοιπὸν ἐπαρήγειν. τούτων δὲ ἁπάντων τοῖς τῶν ῾Ρωμαίων στρατηγοῖς ἀπηγγελμένων, ἐχαλέπαινον μὲν οἵγε καὶ ἐδυσφόρουν, τίσασθαι δὲ παραυτίκα τοὺς Μισιμιανοὺς οὐ μάλα ἠδύναντο, πιεζόμενοι τῇ περὶ τοῦ μείζονος ἀσχολίᾳ. ἤδη γὰρ ὁ Ναχοραγὰν ἑξήκοντά που χιλιάδας μαχίμων ἀνδρῶν ἐπαγόμενος, ἐπὶ τὴν Νῆσον ἐφοίτα, ἴνα Μαρτῖνός τε καὶ Ἰουστῖνος ὁ Γερμανοῦ καὶ τὰ ἀμφ’ αὐτοὺς στρατεύματα ἐτύγχανον ξυνειλεγμένα· οἱ δὲ ἐκ τῶν οὕννων μισθοφόροι, τῶν δὴ Σαβείρων ὀνομαζομένων, παρῆσαν γὰρ τοῖς ῾Ρωμαίοις ὁπλιτῶν ἀπόμοιρα οὐ πολλῷ ἐλάσσους τῶν δισχιλίων · ἡγοῦντο δὲ αὐτῶν Βαλμάχ τε καὶ Κούτιλζις καὶ Ἴλιγερ, ἄνδρες τῶν παρὰ σφισιν ὀνομαστοτάτων,) οὗτοι δὴ οὖν οἱ Σάβειροι ἀμφὶ τὴν Ἀρχαιόπολιν καὶ τὰ ἐκείνῃ πεδία, προστεταγμένον αὐτοῖς ὑπὸ Μαρτίνου, ἐστρατοπεδεύσαντο, ἐφ’ ᾦ τοὺς πολεμίους (ἐνθένδε γὰρ ἤμελλον διαβήσεσθαι) ὡς ἂν οἷοι τε εἷεν πημαίνοντες, χαλεπωτέραν αὐτοῖς καὶ σφαλερωτέραν ποιήσοιντο τὴν πορείαν. ὁ δὲ Ναχοραγὰν, ἐπειδὴ ἐς τοῦτο τετάχθαι τοὺς Σαβείρους ἐπέπυστο ἀπολεξάμενος ἐκ τῶν ξυστρατευομένων Διλιμνιτῶν ἄνδρας ἐς τρισχιλίους, αὐτίκα ἐπ’ αὐτοὺς ἔστειλε, παρακελευσάμενος ἦν γὰρ ἀλαζὼν καἰ ὑψηγόρος) ἄρδην ἅπαντας διαφθεῖραι, ὡς ἂν μή οἱ ἰόντι ἐπὶ τὸν πόλεμον ὄπισθεν ἐχεῖνοι ἐφεδρεύοντες ὑπολειφθεῖεν· οἱ δὲ Διλιμνῖται, μέγιστον ἔρνος τῶν ἐντὸς Τίγρητος ποταμοῦ τῇ Πέρσιδι χώρᾳ προσοικούντων, μαχιμώτατοί τέ εἰσιν ἐν τοῖς μάλιστα, καὶ οὐ λίαν τοξόται καὶ ἑκηβόλοι, ὥσπερ ἀμέλει οἱ πλεῖστοι τῶν Μήδων. ξυστούς τε γὰρ ἐπιφέρονται καὶ σαρίσσας, καὶ ξίφος ἐκκρεμὲς ἀπὸ τοῦ ὤμου· μαχαιρίδα τέ τινα ἐλαχίστην τῷ λαιῷ βραχίονι ἀναδούμενοι, ἀσπίδας καὶ πέλτας προβέβληνται· φαίης τε ἂν αὐτοὺς παντάπασι παντάπασι ψιλοὺς, οὔτε μὲν οὖν ὁπλίτας καί ἀγχεμάχους. πόρρωθέν τε γὰρ οὕτω τυχὸν ἀκοντίζουσι, καὶ ἐκ χειρὸς αὖ διαμάχονται, ἀγαθοὶ δὲ καὶ συῤῥάξαι φάλαγγι πολεμίᾳ, καὶ ὠθισμῷ χρώμενοι τὰς πυκνώσεις διαῤῥηγνύναι, ἔς τε τὸ μετατάξασθαι εὐπετεῖς, καὶ ἁρμοσθῆναι τῷ προσπεσόντι. αὐτοὶ δὲ καὶ ἐς τὰ προσάντη γεώλοφα ῥᾳδίως ἀναθέοντες, προκαταλαμβάνουσι τὰ ὑπερδέξια τῶν χωρίων, τρεπόμενοί τε ὠκύτατα διαφεύγουσι, καὶ ἐπιόντες ἑτέροις ἐμμελέστατα ἐς τὴν δίωξιν ἔγκεινται, καὶ σχεδόν τι ἅπασαν ἰδέαν πολέμου μετιόντες καὶ ἐξησκημένοι, μέγιστα σίνονται τοὺς ἀντιπάλους· ὡς δὲ ἐπιπλεῖστον ξυμπολεμεῖν τοῖς πέρσαις εἰώθασιν, μὴν ἠναγκασμένοι, ὥσπερ κατήκοοι. αὐτόνομοί τε γάρ εἰσι καὶ ἐλεύθεροι, καὶ ἄγεσθαι ὑπό του πρὸς βίας οὐ πεφυκότες.