Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 19.1
Not analysed yet
ιθ΄. Τοσαῦτα μὲν ὁ Βελισάριος εἶπεν. οἱ δὲ στρατιῶται μεταμαθόντες τὸ λῷον, εἴχοντο μὲν καὶ ὣς τῆς ἀνδρίας, πλέον δέ τι ἦν ἐν αὐτοῖς τοῦ γαυρουμένου τὸ εὐλαβούμενον. τοιούτου τε, οἶμαι, φρονήματος μετ’ εὐκοσμίας ἐνεπίμπλαντο, ὡς ἐλάχιστα μεγάλοις εἰκάσαι, ὁποίῳ δὴ πάλαι φασὶ τοὺς ἀμφὶ Λεωνίδαν Αακεδαιμονίους ἐν Θερμοπύλαις, προσβάλλοντος ἤδη τοῦ Ξέρξου, ἐγκαλλωπίσασθαι. ἀλλ’ ἐκεῖνοι μὲν πανωλεθρίᾳ διεφθάρησαν, μόνῳ τούτῳ εὐδοκιμήσαντες τῷ μὴ ἀγεννῶς ἀπολέσθαι, ἀλλὰ πολλοὺς πρότερον τῶν Περσῶν ἀποκτείναντες· οἱ δὲ ἀμφὶ Βελισάριον Ῥωμαῖοι μὲν ἐχρῶντο Λακωνικῇ· πάντας δὲ τοὺς πολεμίους ἐτρέψαντο ἀνὰ κράτος, καὶ πλείστους ὅσους διεχειρίσαντο, οὐδὲν αὐτοὶ ἄχαρι πρὸς αὐτῶν ὅ, τι καὶ λόγου ἄξιον πεπονθότες. γὰρ ἀθρόον ἐκ τοῦ σφετέρου στρατοπέδου οἱ βάρβαροι ἐς δισχιλίους ἱππότας ἀποκεκριμένοι ἔθεον σὺν βοῇ, ὡς ῥᾷστα τοὺς ἐναντίους ἀναρπασόμενοι, αὐτίκα ὁ Βελισάριος, ὡς κατάσκοποι ἧκον ἐπιδεικνύντες αὐτοὺς μονονουχὶ, καὶ ὅσον οὔπω παρέσεσθαι διεξιόντες, ἀπεξῆγε τοὺς ἀμφ’ αὐτὸν, σοφιζόμενος ὡς οἶόν τε τὴν ὀλιγότητα καὶ ἐπικρύπτων. ἀπολεξάμενος γὰρ διακοσίους πελτοφόρους τε καὶ ἀκοντιστὰς, εἰς ἐνέδρας ἐμέριζεν ἑκατέρωθεν ὑπὸ τῇ νάπῃ, ὅθεν τὴν προσβολὴν ἔσεσθαι τῶν Βαρβάρων· προειρημένον, ἐπειδὰν αὐτοῖς ἐγκελεύσηται καὶ σημήνῃ, τοὺς δὲ εὐθὺς ἀκοντίζοντας τὴν φάλαγγα τῶν πολεμίων, ὅπως δὴ ὑποστέλλοιτο, ἄχρηστόν τε αὐτοῖς ἔοι τὸ πλῆθος, πα- ρατεἰνεσθαι νὴ δυνάμενον, ἀλλ᾿ εἰς ἐαυτὸ περιελιττόμενον. δὲ ἀγροίκους ἐκέλευε καὶ τῶν ἀστῶν τοὺς [πολλοὺς τοῖς] πολεμίοις ἐπιβοῶντας τορόν τι καὶ ἐπικροτοῦντας, ἕπεσθαι αὐτῷ ἔνθα καὶ ἔοι. ἅμα γὰρ τοῖς λοιποῖς ἐς μέσον εἰστήκει, ὡς τὴν ἐσβολὴν ἐκ τοῦ ἐμφανοῦς ἐκδεξόμενος. ὡς δὲ ἧκον ἤδη, καὶ ἐς τὰ πρόσω χωροῦντες εἴσω τῶν λόχων οἱ πλεῖστοι ἐγίγνοντο, αὐτίκα Βελισάριος ὁμὰ τοῖς ἀμφ’ αὐτὸν ὑπαντιάσας συνέῤῥαξέ σφισιν ἐῤῥωμενέστατα· οἵ καὶ τὸ λοιπὸν ἅπαν πλῆθος ἐμβοῶντες, καὶ ἐπικτυποῦντες τοῖς ξύλοις, αἰ δὴ ἐς τοῦτο ἔφερον, παρεθάρσυνον τοὺς μαχομἐνους. δοθέντος δὲ τοῦ συνθήματος, καὶ δὴ οἱ ἄλλοι ἐκ τῶν κρυπτίων ἀναθορόντες, τοὺς καθ’ αὑτοὺς ἐκάτεροι κατὰ τὸ ἐγκάρσιον ἔβαλλον· βοή τε ἐγίγνετο καὶ ταραχὴ μείζων ἢ κατὰ τὸ μέγεθος τοῦ πολέμου. οἱ δὲ βάρβαροι πάντοθεν ἀ- κοντιζόμενοι, τοῦτο δὴ ὅπερ Βελισάριος διενοήθη, εἰς ἐαυτοὺς ἀνεχώρουν, καὶ εἰς στενότητα συνεσπειραμένοι, ἀμύνασθαι οὐκ ἠδύναντο· οὔτε γὰρ τοξεύειν αὐτοῖς εὐπετὲς ὑπῆρχε μηδὲ χώραν εἶναι τοῖς βέλεσιν, ἀλλὰ γὰρ οὔτε ἐκδρομὰς Τοῖς ἵπποις καὶ ὑπερκερώσεις ποιεῖσθαι· κύκλῳ τε ἐδόκουν ὡς δὴ μεγίστῳ στρατεύματι ἀπειλημμένοι. οἵ τε γὰρ, ὅπισθεν σὺν ἀλαλαγμῷ ἐπιφερόμενοι καὶ πατάγῳ, ἔκπληξιν παρεῖχον· ὁ τε κονιορτὸς εἰς ὕψος αἰρόμενος οὐ ξυνεχώρει διαγιγνώ- σκεσθαι τοὺς συμπλεκομένους, ὁπόσοι ἐτύγχανον ὄντες. πρῶτος δὲ Βελισάριος πολλοὺς τῶν ἀντιπαραταττομένων διαφθείρας, καὶ τὸ οἰκεῖον μέρος ἀπωσάμενος, φεύγειν ἠνάγκασεν. ἔπειτα δὲ καὶ τῶν ἄλλων ἁπάντων ἐγκειμένων, στρέψαντες τὰ νῶτα οἰ βάρβαροι ᾤχοντο ξὺν ἀκοσμίᾳ, σποράδην σκεδαννὐμενοι καὶ ἥκιστα ἀλλήλους ὀπισθοφυλακοῦντες, ἀλλ’ ὡς ἂν αὐτῶν ἕκαστος ᾤετο ὠκύτατα ἀποδράσειν. ἐπισπόμενοι δὲ οἱ έν τάξει, τοὺς ἐν χερσὶν εὐκολώτατα διεχρῶντο. φόνος τε ἐγἰγνετο τῶν βαρβάρων πολὺς ἀμεταστρεπτὶ ἀπελαυνόντων· τά τε γὰρ ἡνία τοῖς ἵπποις ἅπαντα μεθίετο· καὶ πρός γε αἱ μάστιγες κατεπείγουσαι προανέστελλον τοῦ τάχους τὸ ἐνδόσιμον· ἐπελελοίπει δὲ αὐτοὺς ὑπὸ τοῦ δέους καὶ αὐτὸ ἐφ’ ὅτῳ μέγα φρονοῦσι τὸ ἐπιτήδευμα· φεύγοντες γὰρ οἵδε οἱ βάρβαροι μᾶλλον ἀμύνονται τοὺς ἐς τὴν δίωξιν ἐγκειμένους, μεταστροφάδην ἐπιτοξεύοντες. τότε γὰρ καἰ βιαιότερον κατὰ σκοποῦ φερόμενα τὰ βέλη ἐμπήγνυται, ἡνίκα τὰ μὶν πολλῇ τῇ ῥύμη φέρεται ἰθὺ τῶν διωκὀντων, οἱ δὲ, ἀντίξοι καταθέοντες, ἀντεμπίπτουσι καὶ ἀντεπιφέρονται, σφοδροτέραν τε τὴν πληγὴν σφίσιν αὐτοῖς ἐκτελοῦσι τῷ ὑπαντιάζειν καὶ ὠς πλησιαίτατα ὑποδέχεσθαι.