Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 20-3
Not analysed yet
κ΄. Ἀλλὰ τότε γε ἅπαντα τοῖς Οὔννοις ἐδόκει, καὶ οὐδὲ ἐς πεῖραν ἐλθεῖν τέχνης τινὸς ἠβούλοντο ἀμυντηρἰας. ἐτεθνήκεσαν δὲ αὐτῶν μὲν ἀμφὶ τοὺς Ῥωμαίων δὲ ὅστις οὐδεὶς· μόνον δὲ τραυματίαι ὀλίγοι ἐγεγένηντο. μόλις δὴ οὖν Ζαβεργάν τε ὁ ἡγεμὼν οἱ ἐκφυγόντες ἄσμενοι ἐς τὸ στρατόπεδον ἵκοντο· οἱ γὰρ δὴ τῶν Ῥωμαίων ἵπποι πρὸς τὴν δίωξιν ἀπειρηκότες, αἰτιώτατοι αὐτοῖς τοῦ περιεῖναι γεγένηνται, ἐπεὶ ἂν αὐτοβοεὶ ἅπαντας κατειργάσαντο. νῦν δὲ οἱ μὲν τοῖς χαρακώμασι σὺν πλείστῳ θορύβῳ ἐμβαλόντες, συνεκύκησαν ἅπαν τὸ λοιπὸν στράτευμα, ὑποτοπήσαντας αὐτίκα μάλα διαφθερεῖσθαι. ὁμωγή τε ἠκούετο μακρὰ βαρβαρική· τοῖς γὰρ ξιφιδίοις τὰς παρειὰς καταξαίνοντες, ὠλοφύροντο κατὰ τὸν πάτριον νόμον. Ῥωμαῖοι δὲ σὺν Βελισαρίῳ ἀπεχώρουν ἐς τὰ ὀπίσω, μὲν ἐλπίδος ὡς ἐκ τῶν παρόντων διαπραξάμενοι, δὲ ὅμως τῆς τοῦ στρατηγοῦ προμηθείας. τούτου δὲ τοῦ πάθους τοῖς βαρβάροις ξυνενεχθέντος, αὐτίκα οἵγε ἄραντες ἐκ Μελαντιάδος, ᾤχοντο ἐς τὰ ὀπίσω πεφοβημένοι. δὲ καίτοι κατὰ τὸ εἰκὸς οἶός τε ὢν αὐτοὺς πορευομένους μᾶλλόν τι διαχειρίσασθαι καὶ πημῆναι, ἐπισπόμενος ἀνθρώποις ἤδη κατεπτηχόσι, καὶ οἶον φυγὴν τὴν ἀναχώρησιν ὁ δὲ εὐθὺς ὅμως ἀνὰ τὴν πόλιν ἐπανῄει οὐ μάλα ἑκὼν, ἀλλ’ ἐκ βασιλέως αὐτῷ προστεταγμένον. ἐπειδὴ ἅπας ὁ δῆμος, τοῦ ἔργου σφῶιν ἀπηγγελμένου, ᾖδον τε αὐτὸν καἰ ἀνύμνουν κατὰ ξυλλόγους, ὡς ὑπ’ ἐκείνου περιφανέστατα σεσωσμένοι, τοῦτο δὴ ἔδακε πολλοὺς τῶν ἐν τέλει καἰ ἠνίασε φθόνῳ ληφθέντας καὶ βασκανίᾳ, πάθεσιν οὕτω δεινοῖς καὶ ἀεὶ τὰ κάλλιστα λυμαινομένοις. τοιγάρτοι διέβαλλον τὸν ἄνσρα ὡς μεγαλαυχοῦντα καὶ διαθρυπτόμενον ἐπὶ τῇ τοῦ ὁμίλου εὐνοίᾳ καὶ ἐς ἄλλας ὁρῶντα ἐλπίδας. ὦν δὴ ἕνεκα τάχιστά τε ἀφῖκται, ὡς μὴ τελεώτατον ἄροιτο κλέος. καὶ ἔπι τοῖς ἤδη πεπονημέναις τιμῆς ἀπώνατο τῆς προσηκούσης ἀλλὰ διέρρει αὐτῷ τὰ τῆς νίκης, τόγε ἐπ’ ἐκείνοις, καὶ ἄμισθα καὶ παντάπασι σεσιγημένα. ὡς μὲν οὖν τῶν ἀρίστων ψυχῶν ἀμβλύνεται τὸ δραστήριον, ἡνίκα μὴ ἐπαινοῖντο, μηδὲ τοῦ πρέποντος ἀπολαύοιεν, καὶ ὅπως ἐνθένδε τὰ κοινὰ καταδεέστερα γίγνεται τῷ μὴ ὀρθῶς ἀσκεῖσθαι τὰ ἀτιμαζόμανα, εἴτε πολέμων εἶεν ἀγῶνες εἴτε λόγων παιδεῖαι εἴτε ἄλλο τι τῶν οὕτω καιριωτάτων, εἴρηται μὲν ἤδη τοῖς πάλαι σοφοῖς καὶ ἀποδέδεικται, ῥᾴδιον δὲ, οἶμαι, καὶ παντὶ τῷ προστυχόντι διαγιγνώσκειν ἐκ τῶν ὁσημέραι ξυμφερομένων. οἱ δὲ Οὖννοι τὰ μὲν πρῶτα δίωξίν τινα ὑποτοπήσαντες, καὶ ξὺν θορύβῳ πολλῷ τῶν μακρῶν καλουμένων τειχῶν ὑπεκβάντες, ἐπειδὴ ἔγνωσαν, ὡς Βελισάριος μετάπεμπτος ἐγεγόνει, καὶ ἕτερός τις αὐτοῖς ἐπεφοίτα, πάλιν σχολαίτερον ἐπορεύοντο.