Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 18-4
Not analysed yet
ιη'. „Πλὴν ἀλλ᾿ ἔμοιγε μὲν καὶ τοῦτο θυμῆρες εἶναι δοκεῖ, καὶ πρὸς τὸ εὔελπι φέρον, εἴγε τοιούτοις ἀνδράσιν ἥκω συμπολεμήσων, οὓς, εἰ πείσαιμι βραχὺ γοῦν ὑφελεῖν τοῦ δραστηρίου, δεινὸς ἃν ἐν λόγοις, οἶμαι, κριθείην. ἴστῶ δὲ πᾶς τις ὑμῶν, ὡς ἀνδρείας ὁρμαῖς οὐκ ἀναθετέον τὰς ἄνευ φρονήσεως ἐγχειρήσεις ,ἀλλὰ θρασύτητι καί προπετείᾳ καὶ παρατροπῇ τοῦ καθήκοντος τρόπου· ὥστε τὸ μὲν πρόθυμον τῆς ψυχῆς μενέτω παρ᾿ ὑμῖν, καὶ κατὰ τὸ μᾶλλον ἐνακμαζέτω· λογισμῷ δὲ σώφρονι καὶ τῶν προσηκόντων ἐχομένῳ τὸ ὑπερβάλλον τῆς τόλμης καὶ πρὸς αὐθάδειαν ἀνάγον ὑποτεμνέσθω. οὐ γὰρ ὄκνον ἐντίθησι καὶ δειλίαν τὸ λογίζεσθαι καὶ σκοπεῖν ὅπως τοῖς παροῦσι χρηστέον, ἀλλὰ σεμνότητα καὶ παῤῥησίν. οὕτω γὰρ τῶν ὠφελίμων διαγνωσθέντων ,ἕπεται πάντως τὸ δικαίως θαῤῥεῖν, ὡς οὐ πρὸς ἀδήλους τύχας εἰκῆ προηγμένον, ἀλλὰ τῇ κρίσει τὸ βέβαιον ἔχειν καταληφθὲν καὶ πεπιστευμένον. ἀλλ’ ἴσως ἐρεῖ τις ὑμῶν ,ὡς οὐχ οἷόν τε φύσιν γενναίαν εὐλόγως ὁρμῶσαν, κὰτ τοῦ μοχθεῖν διαπαντὸς ἐφιεμἐνην, εἶτα νῦν ἀθρόον ἐπέχειν καὶ βιάζεσθαι τὀ ἠρεμοῦν καὶ ὑφειμένον, καἰ πέρα τῆς ἀνάγκης μέλλον καὶ βουλευόμενον, μάλιστα δυσανασχετοῦσαν ἐφ᾿ οἶς καθ’ ἡμῶν βάρβαροι παροινοῦσι, φέροντες ἀνέδην ἅπαντα, καὶ δήπου τὴν βασιλίδα πόλιν τἀς ἐκδρομὰς ποιεῖσθαι ἔχει μὲν οὖν οὕτω ταῦτα, καὶ βεβαιοῦται τῇ πειρῷ τὸ προσηκόντως ὑμᾶς τοῖς πολεμίοις ὀργίζεσθαι. οἶς γὰρ συνεκεχώρηντο πρότερον, οὐ μετρίως ἐχρήσαντο· πλὴν ἀλλὰ λίαν ἐφικτὸν, οἶμαι, τοῖς ἔμφροσιν, περιελεῖν μὲν τοῦ τὸ μεμηνὸς καὶ ταραχῶδες, καὶ τοῖς προστυχοῦσιν ἐγκειρεῖν ἀνεξετάστως ἱέμενον, κατέχειν δὲ μόνον αὐτοῦ τὸ μεγαλουργόν τε καὶ ἄτρεπτον, καὶ πρὸς τὰς ἐναντιώσεις ἀντέκον. τῶν γὰρ τῆς ψυχῆς κινημάτων τὰ μὲν ὅσα πεφύκασι καθαρὸν ἔχειν καὶ ἀκραιφνὲς τὸ αἱρετὸν καὶ καθῆκον, τούτων ἐντελῶς καὶ δὴ ἀνθεκτέον. οἶς δὲ μέτεστι καὶ τῆς πρὸς τἀναντία τροπῆς καὶ ἐκνεύσεως, τούτοις οὐ διὰ πάντων χρηστέον, ἀλλ’ ἐς ὅσον ἔχουσι τὸ συμφέρον. τὸ μὶν οὖν φρονοῦν ἀμιγὲς ἀγαθὸν καὶ ἀνόθευτον ἅπαντες εἶναι φήσοιτε ἄν. τῆς δὲ ὀργῆς τὸ μὲν δραστήριον εὐκλεὲς, τὸ δὲ θράσος καὶ ἀσύμφορον. οὐκοῦν τὸ μὲν ὅλον* τῆς δὲ τὸ βέλτιστον ἔξ- αιρούμενοι, καὶ φρονήσει τὸ κατορθοῦν ἀναμιγνύντες, ἴωμεν οὕτω σὺν παῤῥησιᾳ κατὰ τῶν δυσμενῶν ,ὡς οὐδενὸς ἡμῖν τῶν δεόντων περιοφθέντος. γινώσκειν γὰρ μόνον χρεὼν ,ὡς ἀγωνιστέον πρὸς ἄνδρας βαρβάρους ,ἐπιέναι μὲν λῃστρικώτερον εἰθισμένους, καὶ λαθραίας ἐφόδους ποιεῖσθαι, πρὸς δὲ παρατάξεις ἐμφανεῖς οὐ μάλα γεγυμνασμένους ,οὐδὲ ταῖς συμπλοκαῖς ἐγκαρτερεῖν παιδευθέντας. ὁρῶντες δὲ νῦν σταδίαν μαχὴν κατ᾿ αὐτῶν παρεσκευασμένην, ἐρυμάτων τε καὶ περβόλων ἐκτὸς τὸ ἀντιστατοῦν καὶ ἀμυνόμενον ἐπὶ στρατοπέδου συντεταγμένον ,ἀποβαλοῦσι μὲν κατὰ τὸ εἰκὸς τὰ συνειθι- σμένα· περιαχθήσονται δὲ πρὸς τὸ ἐμμίξαι καὶ προσπελάσαι καὶ συστάδην διαγωνίζεσθαι ,διδασκούσης αὐτοὺς τῆς ἀνάγκης· πλὴν ἀλλὰ σωφρονούντων ἡμῶν καὶ τῇ πατρίῳ τάξει χρωμένων, καὶ μετ᾿ εὐβουλίας ἐπὶ τὰ πρακτέα χωρούντων, εἴσονται διὰ τῆς πείρας, ὡς τῷ παντὶ κρεῖττον ἀεὶ τὸ προησκημένον καὶ τὸ αὐθαίρετον τοῦ αὐτοσχεδίου καἰ ἠναγκασμ σμένου.”