Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 2
Not analysed yet
β΄. Ἐπειδὴ γὰρ ταῦτα ἔδρασαν, καὶ πολύ τι λαφύρων περιεβάλοντο χρῆμα, ἤδη τε τὸ ἔαρ παρῳχήκει, καὶ ἡ τοῦ θέρους ἤκμαζεν ὥρα, Λευθαριῴ μὲν, θατέρῳ τῶν ἡγεμόνων, βουλομένῳ ἦν οἴκαδε ἀπονοστῆσαι, καὶ τοῦ ὄλβου ἐμπιπλᾶσθαι. ἔστελλεν δὲ ὡς τὸν ἀδελφὸν ἀγγελιαφόρους, παρακελευόμενος καὶ τόνδε ὡς τάχιστα ἐπανιέναι, χαίρειν εἰπόντα τῷ πολέμῳ, καὶ τῇ ἀδήλῳ τύχῃ τῶν ἐσομένων. Βουτιλῖνος δὲ καὶ ὅτι ὀμωμόκει τοῖς Γότθοις, ἦ μὴν ξυνάρασθαι αὐτοῖ̣ς τὸν πρὸς 'Ρωμαίους ἀγῶνα, καὶ ὅτι αὐτὸν ἐκεῖνοι ἐθώπευον, βασιλέα σφῶν ἀναδείξειν ἐπιθρυλλοῦντες, ἐδόκει οἱ μενετέα ειναι, καὶ τὰ ξυγκείμενα διανυστέον. καὶ ὁ μὲν τούτων δὴ ἕνεκα ἔμενέ τε αὐτοῦ, καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. Λεύθαρις δὲ ἅμα τῇ ἀμφ’ αὐτὸν δυνάμει εὐθὺς ἀπεχώρει, καὶ ὡς ἂν ἀσφαλέστατα τὴν λείαν διακομίσῃ ἠπείγετο, βεβουλευμένον αὐτῷ, ἐπειδὰν οἴκαδε ἵκηται, τότε δὴ εὐθὺς ὡς τὸν ἀδελφὸν στεῖλαι τὸ στράτευμα ξυλληψόμενον αὐτῷ τοῦ κινδύνου. ἀλλ’ οὔτε ἐκείνῳ ἐς τέλος ἀπέβη τὰ δοκηθέντα, τῷ τε ἀδελφῷ οὐ μάλα ἤρκεσεν ἐπαμῦναι. ἤδη γὰρ αἰτῶ ἀνὰ τὴν αὐτὴν πορείαν ἐπανερ χομένῳ, μέχρι μὲν Πικηνοῦ τῆς χώρας οὐδενότι ἀντίπαλον ξυνηνέχθη. ὡς δὲ ἐνταῦθα ὁδῷ ἰὼν ἐγεγόνει, αὐτὸς μὲν περὶ τὴν Φᾶνον ἐστρατοπεδεύετο τὴν πόλιν. ἔστελλε δὲ εὐθὺς, ὣσπερ εἰώθει, προφύλακας καὶ διοπτῆρας ἄνδρας ἐς τρισχιλίους, οὐ μόνον ἐπισκεψομένους τὰ πρόσω, ἀλλὰ γὰρ καὶ, εἴπου πολέμιοι φανεῖεν ἀμυνουμένους. Ἀρταβάνης δὲ καὶ Οὔλδαχ ὁ Οὖννος, ἐτύγχανον γὰρ ἅμα στρατεύματι Ῥωμαϊκῷ τε καὶ Οὐννικῷ εἰς τὴν πόλιν ξυνειλεγμένοι καὶ ἐφεδρεύοντες τῇ παρόδῳ, οὗτοι δὴ οὖν, ἐπειδὴ ἐκείνους τοὺς προπορευτὰς ἐθεάσαντο έν αὐτῷ δὴ τῷ αἰγιαλῷ τοῦ Ἰονικοῦ κόλπον καὶ τῇ κροκάλῃ ὑπεκβάντες τοῦ ἄστεος, ἐσβάλλουσιν ἀθρόον ἐς αὐτοὺς, εὖ μάλα παρατεταγμένοι, καὶ πολλοὺς μὲν τοῖς ξίφεσι παίοντες διεχρῶντο. ἔνιοι δὲ αὐτῶν ὑπὲρ τὸ κρημνῶδες καὶ ἀπεῤῥωγὸς τῆς ἠιόνος ἀναβά1τες, ἔπειτα κατὰ τοῦ πρανοῦς ὑποφερόμενοι, καὶ ἐς τὴν θάλατταν κατωκάρα ἐκπίπτοντες, ἀπωλἀπώλλυντο, ἐμφορούμενοι τοῦ ῥοθίου. ἐπῆρται γάρ πως ἐνταῦθα ἡ ἀκτὴ, καὶ ὥσπερ γεώλοφόν τι ἀποτελεῖ, οὐ πανταχόθεν βατόν τε καὶ ἐπίδρομον, οὐδὲ οἷον τοῖς ἐπ᾿ ἄκρου γιγνομένοις εὐκόλους παρέχειν τὰς ἀναβάσεις, ἀλλ᾿ ὀλισθηρὸν, ὡς τὰ πολλὰ, καὶ σηραγγῶδες καὶ ἐς τὸ βαθυνόμενον τῆς ῥηγμῖνος ἐπικεκλιμένον. οὕτω δὴ οὖν τῶν πλείστων διαφθειρομένων, καθορῶντες οἱ ἄλλοι ἔφυγον οὐδενὶ κόσμῳ, βοῇ τε ξὺν πολλῇ καὶ οἰμωγῇ ἀνὰ τὸ στρατόπεδον εἰσπεσόντες, θορύβου καὶ ταραχῆς ἅπαντα ἔπλησαν, ὡς αὐτίκα μάλα τῶν 'Ρωμαίων ἐπελευσομένων. αὐτóς τε δὴ οὖν Λεύθαρις διανίστατο ἐς παράταξιν, καὶ ἅπαν τὸ στράτευμα ἐκινεῖτο· καὶ τοίνυν, ἀναλαβόντες τὰ ὅπλα, ἐς φάλαγγα καθίσταντο, βαθεῖάν τε καὶ ἐπιμέγα παρατεταμένην. ἐν τούτοις δὲ αὐτῶν καταστάντων, καὶ οὐδὲν ὁτιοῦν αὐτοῖς ἕτερον ἐν νῷ τίθεσθαι παρέχοντος τοῦ καιροῦ, οἱ πλεῖστοι τῶν αἰχμαλώτων ἀφύλακτοι ἀθρόον γεγενημένοι, ἀπεχρῶντο ἐν δέοντι τῇ τῶν πολεμίων ἀσχολίᾳ· αὐτοὶ τε γὰρ ὡς τάχιστα διεδιιδρασκον, καὶ τῶν λαφύρων ὁπόσα οἶόν τε ἦν ἐς τὰ ἐχόμενα φρούρια διεκόμισαν.