Ancient Greek · ~10 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 3-2
Not analysed yet
γ΄. Ἐπεὶ δὲ Ἀρταβάνης τε καὶ Οὔλδαχ, ᾤοντο γὰρ oὐκ ἀξιό-́ μαχοι εἶναι, ἥκιστα ἐπεξῆγον τὸ στράτευμα, τότε δὴ oἱ Φράγγοι διελύετο μὲν αὐτοῖς ἡ παράταξις, κατὰ σφᾶς δὲ γινόμενοι καὶ γνωματεύοντες, διεγίνωσκον ὁπόσων ἐτύχανον ἀφῃρημένοι· πρίν γε δὴ οὖν καὶ ἕτερόν τι παθεῖν, ἐδόκει αὐτοῖς ἐν καλῷ ἔσεσθαι, εἴγε ὡς τάχιστα ἐκ Φάνου τῆς πόλεως ἀναστάντες, ἴοιεν ἀνὰ τὰ πρόσω. καὶ τοίνυν αὐτίκα ἐχώρουν, ἀφέντες δὲ ἐν δεξιᾶ τὸν Ἰόνιον κόλπον καὶ ἅπασαν τὴν παράκτιόν τε καὶ ψαμαθώδη πορείαν, ἀνὰ τοὺς πρόποδας τοῦ Ἀπινναιου ὄρους ἐπορεύθησαν. οὕτω τε ἰθὺ Αἰμιλείας καὶ Ἀλπισκοτιας ἐλθόντες, μόλις τὸν Πάδον ἐπεραιοῦντο. καταλαβόντες δὲ Βενετίαν τὴν χώραν, ἐς Κένπα τὴν πόλιν κατήκοον οὖσαν σφῶν ἐν τῷ τότε ηὐλίζοπο, αὐτοῦ τε τολοιπὸν ἐν τῷ ἀσφαλεῖ διαιτώμενοι ἤσχαλλόν γε ὅμως καὶ ἐδυσφόρουν, καὶ πολύ τι ὑπῆρχε διαφανὲς τῆς γνώμης τὸ ἀνιώμενον. αἴτιον δὲ ἦν, ὅτι δὴ αὐτοῖς ἐλὰχωτα ἐκ τῆς λείας ἐλείπετο, καὶ ἐδόκει ἄκαρπα καὶ ἀνόνητα διαπεπονηκέναι ἀλλ᾿ οὐ μέχρι τοῦδε μόνον αὐτοῖς τὰ τῶν δυστυχημάτι ἐχώρει. ὀλίγῳ γὰρ ὕστερον καὶ νόσος τις λοιμώδης ἔφθειρε τὰ πλήθη ἐξαπιναίως ἐπεισπεσοῦσα. καὶ οἱ μὲν αὐτῶν μοχθηρὸν ἀποκαλοῦντες τὸν περικείμενόν σφίσιν ἀέρα αἴτ́ιον ἐκείνου τοῦ πάθους γεγενῆσθαι ἡγοῦντο. οἱ δὲ ὅτι πολέμους τε συχνοὺς καὶ ὁδοιπορίας μακρὰς διανύσαντες, ἀθρόον ἐς τὸ ἁβροδίαιτον μπεβέβληντο, τὴν τῆς διαίτης παραλλαγὴν ᾐτιῶντο, τὴν δέ γε ὡς ἀληθῶς ἀρχήν τε καὶ ἀνάγκην τῆς συμφορᾶς οὐ μάλα διενοοῦντο. ἥν δὲ ἄρα οἶμαι ἡ ἀδικία, καὶ τὸ περιϋβρίσθαι πρὸς αὐτῶν τά τε θεῖα ἀφειδῶς καὶ ἀνθρώπεια νόμιμα. αὐτὸς δὴ οὖν ὁ στρατηγὸς καὶ μάλα ἔνδηλος ἦν, ὦι δὴ αὐτὸν θεήλατοι μετῆλθον ποιναὶ. παραπλήξ τε γὰρ ἐγεγόνει, καὶ ἐλάτα περιφανῶς, καθάπερ οἱ ἔκφρονες καὶ μεμηνότες, κλόνος τε αὐτὸν ἐπεῖχε μύριος, καὶ οἰμωγὰς ἀφίει βαρείας καὶ νῦν μὲν πρηνὴς, νῦν δὲ καὶ ἐπὶ θάτερα ἐν τῷ ἐδάφει κατέπιπτεν· ἀφρῷ τε πολλῷ τὸ στόμα περιεῤῥεῖτο· καὶ τὼ ὀφθαλμὼ βλοσυρώ γε ἤστην καὶ παρατετραμμένω. ἐς τοῦτο δὲ ἄρα ὁ δείλαιος ἀφῖκτο μανίας, ὥστε ἀμέλει καὶ τῶν οἰκείων μελῶν ἀπογεύσασθαι. ἐχόμενος γὰρ ὀδὰξ τῶν βραχιόνων καὶ διασπῶν τὰς σάρκας, κατεβίβρωσκέ γε αὐτὰς ὥσπερ θήριον διαλιχμώμενος τὸν ἰχῶρα. οὕτω δὲ ἑαυτοῦ ἐμπιπλάμενος, καὶ κατασμικρὸν ὑποφθινύθων, οἰκτρότατα ἀπεβίω. ἔθνησκον δὲ χύδην καὶ οἱ ἄλλοι, οὐδενότι καὶ ἀνιέντος τοῦ κακοῦ, ἕως ἅπαντες διεφθάρησαν. καὶ πυρετῷ μὲν οἱ πλεῖστοι πιεζόμενοι, νηφαλέοι γε ὅμως ἀπώλλυντο. ἐνίοις δὲ καὶ ἀποπληξία ἐνέσκηπτεν ἰσχυρὰ καὶ ἑτέροις καρηβαρία, καὶ παραφροσύνη ἐτέροις. ποικίλα μὲν γὰρ αὐτοῖς ἐΠεφέρετο πάθη, ἅπαντα δὲ εἰς ὄλεθρον ἀπεκρίνετο. Λευθα- ρἰῳ μὲν οὖν καὶ τῷ οἱ ἑπομένῳ ὁμίλῳ, ἐς τόδε τύχης τὰ τῆς ἐκστρατείας ἐτελεύτα.