Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 2-2
Not analysed yet
β΄. Τότε ὸὲ Ῥούστικος τε καὶ Ἰωάννης, ἐκ τοῦ δεσμωτηριου ἠγμένω, ἀνὰ τὸ λαιὸν μέρος ὶστήκατον, οἷα δὴ φεύγοντε. ἐπὶ θάτερα δὲ παρῆσαν κατηγορησείοντες τῶν Κόλχων οἱ ἐμφρονέστατοι, καὶ ἤδη ἐκπλείστου τὴν Ἑλλάδα φωνὴν ἐκμεμαθηκότες. ἐδέοντο δὲ πρότερον τὴν παρὰ βασιλέως ἐπιστολὴν ἐν κοινῷ ἀνακηρύττεσθαι, ἥνπερ ἐτύγχανε πρότερον ὁ Ἰωάννης τούτων δὴ πέρι τοῖς στρατηγοῖς διακομώας ἀλλὰ γὰρ καὶ τῷ διαιτητῇ ξυνδοκοῦν, γεγωνότερόν τις αὐτὴν τῶν ἐς τοῦτο τεταγμένων διεξῄει, ὧδέ πως ἔχουσαν· „ἄπιστον μὲν καὶ παράλογον τὸ πρὸς ὑμῶν ἀνηγγελμένον, ὡς ἄρα βουλομένῳ ἐστὶ τῷ Γουβάζη, τὰ πάτρια ἔθη καταπροεμένῳ καὶ τοὺς ἐν ἅπασιν ὁμόφρονας καὶ ἀνέκαθεν ἡγεμόνας, τοὺς Ῥωμαίους φαμὲν, ἐπὶ τοὺς ἐχθίστους τε καὶ ἀλλοτριωτάτους καὶ πρός γε τὰ ἐς θεὸν ἑτερογνωμονας μεταχωρῆσαι, καὶ ταῦτα οὐδὲν ὁτιοῦν ἐξ ἡμῶν ἄχαρι προπεπονθότι. πλὴν ἀλλ’ ἐπειδὴ γιγνώσκομεν τὰ ἀνθρώπεια παλίμβολά τε καὶ ὀλισθηρὰ, καὶ τῇ ποικιλίᾳ τῶν παρεμπιπτόντων συμπεριάγεσθαι πεφυκότα, οὐ παντάπασιν ἀπιστεῖν ᾠήθημεν χρῆναι, οὐδὲ μεθεῖναι μὲν τὸ φυ- λάξασθαι τὰ παρ’ ἐκείνου εἴτε ἴσως διανοηθέντα μόνον] εἴτε πάντως βεβουλευμένα, καταλιπεῖν δὲ έν ἡμῖν αὐτοῖς φροντίδα περιττὴν καὶ ἀμφιρρόπους ἐννοίας, ἐπ’ ἀδήλῳ ἔτι κειμένου τοῦ τέλους. καίτοι ἀλλόκοτόν τι καὶ ταραχῶδες τὸ μηδαμῶς ἐφ’ ὁτῳοῦν βεβαιότατα πεποιθέναι, ἀλλ’ ὑποψίας ἀεὶ καὶ δείματος εἶναι μεστὸν, καὶ ἐπ’ αὐτοῖς δήπου τοῖς ξυνηθεστάτοις. ὅμως (ἐν ἅπασι γὰρ τοῦτο νικᾷ) ἑπόμεθα καί ἡμεῖς τῇ φύσει, καὶ ἀπιστοῦμεν. ὡς ἂν δὲ μήτε προπετῶς ὠμόν τι καὶ ἀπηνὲς δράσοιμεν ἐπὶ Γουβάζῃ, μήτε τῷ οὐκ εἰκότι δῆθεν ἀναπεπεισμένοι μαλθακισθείημεν, ἀλλ’ ἐκφύγοιμεν τὰς ἑκατέρωθεν μεταμελείας, εὔβουλόν τι ἡμῖν κατεφάνη καὶ μέσως πως ἔχον, ἐνταῦθα τὸν ἄνδρα παραγενέσθαι. στέλλειν τοίνυν αὐτὸν τὴν ταχίστην, εἴτε βουλόμενον, εἴτε ἠναγκασμένον. εἰ δέ γε ὑμᾶς ταῦτα ἐθέλειν ἐγνωκὼς ἀντισταίη, καὶ ἀπαναίνοιτο τὴν πορείαν, ἐπιλαμβανομένων τε ὑμῶν καὶ ἑλκόντων, (καὶ γὰρ τοῦτο ποιεῖν ὑμῖν τοὐντεῦθεν ἐξέσται,) εἰ διωθοῖτο καὶ ἀντεπιφέροιτο, ναὶ ὅτῳ γοῦν τρόπῳ τὰς χεῖρας ἀντάροι, τότε δὴ ἵξομεν περιφανεῖς τοὺς ἐλέγχους τῶν μελετωμένων, καὶ τολοιπὸν ἐν τοῖς πολεμιωτάτοις τετάξεται, ὥστ᾿, εἰ που τις αὐτὸν τοιαῦτα τολμῶντα καὶ ἀποκτείνοι, οὐδὲ δὲ τοῦτο ἡμῖν ἐσόμενον ἄπο τρόπου, οὐκοῦν οὐδὲ ποινὰς ὁ δράσας ὑφέξει τοῦ ἐγχειρήματος. οὐ γὰρ ὡς μιαιφόνον αὐτὸν κολαστέον, ἀλλ’ ὡς τυραννοκτόνον ἐπαινετέον.” ἥ μὶν οὖν παρὰ βασιλέως ἐπιστολὴ τοιάδε ἄττα ἐγκελευσαμένη διέγνωστο.