Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 1-3
Not analysed yet
α'. Ἐς τοῦτο δὲ νιικης τοῖς Ῥωμαιοις τοῦ πολέμου κεχωρηκότος, καὶ ὥσπερ ἀνακωχῆς τῶν δεινῶν γεγενημένης, τῶν τε ὅπλων τὸ παραυτίκα ἠρεμηκότων, τότε δὴ ἐς ζήτησιν ἤγεταο τὰ ἔπι Γουβάζη πρότερον τετολμημένα. καὶ τοίνυν ὁ Ἀθανάσιος ἐπὶ θώκου τινὸς ὑψηλοῦ καθῆστο εὐπρεπῶς, χλαμυδᾷ ἐνειμένος ,ὥσπερ ἀμέλει οἱ ἀστικώτατοι τῶν ἡγεμόνων. παρῆσαν δὲ αὐτῷ ἄνδρες γράφειν τε ἐς τάχος πεπαιδευμένοι, καὶ ἐπιτροχάδην ἀναλέγεσθαι τὰ γεγραμμένα· ἄλλοι τε ν́πη- ρέται σοβαρώτεροι καὶ ἐμβριθεῖς ,καὶ δαημονέστατοι τῆς τῶν Bδικαπηριων κομψείας, κήρυκές τε μεγαλοβόαι ,καὶ ol tcovio μαστίγων ἐπιστάται. anavTeg δὲ οὗτοι ἐκ τῶν ἐν Βυζαντίῳ ἀρχείων ἐτύγχανον ἀπολελεγμένοι. ἐπεφέροντο δὲ ,οἶς τοῦτο ἀνεῖτο, δεσμούς τε σιδηροῦς περιαυχενίους, κλινοστρόφιά τε καὶ ποδοστράβας, καὶ ἄλλα ἄττα ὄργανα κολαστήρια. καί μοι δοκεῖ βασιλεὺς Ἰουστινιανὸς οὐκ ἀπεικὸς οὐδὲ αὐτομάτως ἀλλ᾿ ἐμφρονέστατα τοῦ δέοντος ἐστοχασμένος, ξὺν τοιᾷδέ τινι τάξει καὶ εὐκοσμίᾳ τὴν κρίσιν προελθεῖν παρακελεύσασθαι, οὐ μ̔̀ νΘν -̔́ πως οἱ ἐκείνῃ βάρβαροι, τῶν Ῥωμαἰ· κῶν σφίσινομιμ́ων κ0μπω- δέστερον ἀναδεικνυμένων, θαυμάζοιέν τε αὐτὰ καὶ ἐπιπλέον ἄρ- χεσθαι ὑπὸ τούτων ξυνεθισθεῖεν, ἀλλὰ καὶ ὅπως, εἰ μὲν ὡς μηδίσὰς πρότερον ὁ Γουβάζης δικαιότατα φανείη ἀνῃρημένος, μηκέτι ἀνιῷντο οἱ Κόλχοι ,μηδὲ ὥς τι δεινὸν πεπονθότες ἀγανακτοῖεν· εἰ δέ γε ἅπαντα καταψευσάμενοι, καὶ ἄδικον μίασμα δράσαντες ἁλοῖεν οἱ ἀπεκτονότες, οὕτω τε καταδιαιτηθέντες, καὶ ὑπὸ κήρυκι πομπῷ ἀνὰ τὰ πλήθη περιηγμένοι, εἶτα τῷ παλαμναίῳ ξίφει, ἁπάντων θεωμένων, καρατομηθεῖεν, τότε δὴ μεῖζον τι δόξειεν εἶναι τὸ πέρας, καὶ διπλασίων ἡ τιμωρία. ἠπίστατο γὰρ ὡς, εἰ μὲν οὕτω πως ἐν ἀποῤῥήτῳ βαρβαρικώτερον ῾Ρούστικόν τε καὶ Ἰωάννην διαφθαρῆναι παρακελεύσοιτο, οὐκ ἀποχρώντως ἡγήσασθαι ἂν τοὺς Κόλχους τὴν ὕβριν αὐτοῖς ἀπεσκευάσθαι, οὐδὲ προσήκουσαν ποίνην κομίσασθαι τῶν ἦμαρ τημένων. δικαστηρίου δὲ καταστάντος, καὶ ἀντιλογίας ἑκατέρωθεν προελθούσης, καὶ τῶν ὑπηρετῶν ἄνω τε καὶ κάτω διαττόντων, καὶ ὅπως τῶν κρινομένων ἕκαστος ἐν κόσμῳ ἑστήξει καὶ ἀποκρινεῖται διαταττομένων, ὄγκου τε δικαστικοῦ φαινομένου, καὶ μεγαληγορίας ἀκουομένης, καὶ ἔπι τούτοις τοῦ ὀλέθρου φρικωδέστερον ἐπιγιγνομένου· τούτων δὴ οὖν οὕτω πρασσομένων, ἕτερόν τι αὐτοῖς μεῖζον καὶ μάλα εἰκότως φανεῖσθαι τὸ χρῆμα ἐγίγνωσκε, καὶ τάχα τὴν ἀξίαν τοῦ ἐπικλήματος ὑπερβάλλον. ταῦτα γὰρ καὶ τοὺς ἐν Βυζαντίῳ ἀστοὺς, καίτοι θαμὰ ἐκεῖσε γιγνόμενα, καταπλήττει καὶ ἐξιστησι τῶν φρονημάτων, μὴ τι γε βαρβάρους καὶ οὐκ εἰθισμένους. τούτων μὲν οὖν ἕνεκα, οἶμαι, Ῥωμαϊκòν δικαστήριον, μᾶλλον μὲν οὖν Ἀπικώτατον ,ὑπὸ τῷ Καυκάσῳ ξυνεκροτήθη.