Ancient Greek · ~13 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 2.1-2
Not analysed yet
β΄. Τότε γὰρ ὁ Χοσρόης, ἠγγελμένον αὐτῷ ὡς τεθνηκὼς εἴη ὁ Μερμερόης, περιήλγησεν μὲν, ὡσπερ εἰκὸς, τῇ ξυμφορᾷ καὶ ἠνιάθη· ὡς ἂν δὲ τὰ ἐν Λαζικῇ στρατεύματα μὴ χηρεύοιεν ἡγεμόνος, αὐτίκα ὅγε στρατηγὸν τὸν Ναχοραγὰν ἀναδείκνυσιν, ἄνδρα τῶν σφόδρα λογίμων τε καὶ καὶ τῷ μὲν τὰ ἐς τὴν πορείαν παρεσκεύαστο καὶ ἤδη ἐχώρει. ἐν ᾧ δὲ ἦν ἐκεῖνος ἐν τούτοις, παράλογα ἀττα καὶ ἄθεσμα ἐν τῇ Κολχίδι χώρᾳ ξυνέβη. ἐπειδὴ γὰρ οἱ Ῥωμαῖοι, ὡσπερ μοι πρότερον ἐῤῥήθη, ἀκλεέστατα ἐτύγχανον πεφευγότες, καὶ τὰ πράγματα τὸ μέρος καταπροέμενοι τοῖς πολεμίοις, Τουβάζης ὁ τῶν Λαζῶν βασιλεὺς, οὐκ ἀνεκτὸν ἡγούμενος τὸ αἶσχος, δεδιὼς δὲ μᾶλλον μή τι καὶ πέρα τούτων ἁμαρτηθείη, αὐτίκα Ἰουστινιανῷ ἐ· ξήγγειλεν ἕκαστα, καταιτιώμενος τοὺς στρατηγοὺς, καὶ ἅπαν τὸ ξυνενεχθὲν εἰς τὴν ἐκείνων ἀνάγων ἀβελτηριάν, καὶ πλέον ἐπεκάλει τῷ Βέσσα̣, καὶ μετ᾿ ἐχεῖνον Μαρτίνῳ καὶ Ῥουστικῳ. οὗτος δὲ Ῥούστικος ἦν μὲν Ἑλληνογαλάτης τὸ γένος, παρῆν δὲ αὐτόσε οὐχ ὥστε στρατηγὸς ἢ ταξίαρχος ἢ ἄλλο τι εἶναι τῶν παρατάξεων μέρος, ταμίας δὲ μόνον τῶν βασιλέως χρημάτων, οὐ μὴν τῶν ἐκ τῆς δασμοφορίας ἐρανιζομένων, (ἄλλῳ γάρ τῳ ταῦτα ἐπετέτραπτο,) ἀλλὰ τῶν ὅσα ἐκ τῶν βασιλειῶν θησαυρῶν ἐπεπομφει, ἐφ᾿ ᾧ τοὺς ἀριστεύοντας ἐν ταῖς μάχαις τὰ προσήκοντα κομίζεσθαι γέρα. ἐντεῦθέν τε οὐκ ἄσημος ἦν ὁ ἀνὴρ, ἀλλὰ καὶ λίαν τῶν δυνατωτάτων, ὡς καί κοινωνὸς εἶναι τῶν ἀποῤῥήτων, βέβαιά τε τότε δοκεῖν καὶ πιστότερα τὰ παρὰ τῶν ἀρχόντων ἀναγγελλόμενα, ἡνίκα ἂν ἐκεῖνον ἀρέσκῃ. Ἴουστινιανὸς δὲ ἤδη καὶ πρότερον χαλεπαίνων τῷ Βέσσᾳ, ὅτι δὴ Πέτρας ἑλὼν τὸ φρούριον, πρὶν ἀφικέσθαι τὸν Mερμεροην, δέον αὐτὸν τὰς ἔξ Ἰβηρίας εἰσόδους καρτερώτατα διαφράξαι, συλλαμβανούσης αὐτῷ τῆς φύσεως τῶν χωρίων, ταύτῃ τε ἄβάτω τοῖς βαρβάροις τὰ Λαζικῆς ὅρια καταστῆσαι, ὁ δὲ τοῦτο μεθῆκεν ὑπὸ ῥᾳστώνης, ἀργυρολογῶν δὲ περιενοστει τὰς πόλεις τὰς ὑπ᾿ αὐτῷ τεταγμένας. ἐκεῖνα δὴ οὖν ὁ βασιλεὺς μεμνημένος, ἐπειδὴ καὶ ταῦτα ἐπέπυστο, αὐτίκα ἐπείθετο· καὶ τοίνυν παραλύσας τὸν Βέσσαν τῆς ἀρχῆς, καὶ πρός γε ἀφελόξμενος ἀφελόμενος αὐτὸν τὰ οἰκεῖα, ἐς Ἀβασγοὺς ἐξέπεμψεν, ἐκεῖσε μενοῦντα ἴως ἂν ἕτερόν τι ἐπ’ αὐτῷ διανοηθείη. τῷ δὲ Μαρτίνῳ πολλὰ νεμεσήσας, ὅμως αὐτῷ τὰ πρωτεῖα τῆς ἡγεμονίας παρέσχετο· καὶ ἦν ἐν τοῖς στρατηγοῖς πρώτιστος μὲν αὐτὸς, Ἰουστῖνος δὲ δεύτερος, καὶ Βούζης αὖ μετ’ ἐκεῖνον, καὶ ἑξῆς οἱ ἄλλοι ὡς ἕκαστοι. ἀεὶ μὲν οὖν καὶ πρότερον Μαρτίνῳ τε καὶ Ῥουστίκῳ οὐκ ὀρθῶς τὰ ἐς Γουβάζη ἀλλὰ δυσμένειά τις αὐτοῖς ὑπετύφετο, βαρεῖά τε καὶ δεινοτάτη τάτη ὅσῳ καὶ διελάνθανε, λαβοῦσα μὲν τὴν ἀρχὴν ὑπὸ φθόνου καὶ βασκανίας, ἀρθεῖσα δὲ κατὰ τὸ μᾶλλον τῷ συνεχεῖ καὶ ἀλογίστῳ τῆς ὑποψίας. ἅπαν γὰρ ὁτιοῦν ὑπ’ αὐτοῦ γιγνόμενον τῷ πεπονθότι τῆς ψυχῆς ἔξετάζοντες, καὶ πάντως ὑπέτρεφον τὸ χαλεπαῖνον καὶ ἐπεῤῥώννυον. ἐπεὶ δὲ ἐκεῖνος ὑποτοπήσας τὸ ἔχθος, καἰ τολοιπὸν ἐς τὸ ἀντιλυπεῖν προηγμένος, ἐκακηγόρει γε αὐτοὺς πολλάκις ὡς ἀνάνδρους καὶ ἀλαζόνας, καὶ οὐδὲν ὁτιοῦν μέλον αὐτοῖς τῶν πρακτέων, ἔς τε τὰ ξυμπόσια καὶ τοὺς ξυλλόγους νεμεσῶν ἀεὶ διετέλει, καὶ οὐδὲ πρεσβείας τυχὸν ἀφιγμένης ἐκ τῶν προσοίκων ἐθνῶν ἀνίει καὶ ὑπεστέλλετο· οἱ δὲ ταῦτά τε οὐκ ἐνεγκόντες, χαἰ πρός γε τὰς ἐς βασιλέα διαβολὰς ἐν ὀργῇ ποιησάμενοι, καὶ γιγνώσκοντες ὡς οὐκ ἀνήσει διελέγχων εἰ που καὶ αὖθις σφαλεῖεν, ἐβουλεύοντο ἐκποδὼν τὸν Γουβάζην ποιήσασθαι, ὡς ἂν τε αὐτὸντοῦ φθάσαντος πέρι, καὶ τολοιπὸν οὐδενότι δειμαίνοιεν.