Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 3-3
Not analysed yet
γ’. Πόλλα δὴ οὖν κατὰ σφᾶς κοινολογησάμενοι, καὶ πέ- ρας ἐπὶ τῇδε στάντες τῇ γνώμη, ἐπειδὴ αὐτὸν οὐ πρότερον διαχειρίσασθαι ᾤοντο χρῆναι πρὶν ἂν καὶ τοῦ βασιλέως ἀποπειραθεῖεν, στέλλουσιν ἐς τὸ Βυζάντιον Ἰωάννην τὸν Ῥουστίκου ἀδελφόν, ἀγγελοῦντα δῆθεν ὡς μηδίζων ὁ Τουβάζης πεφώραται. καὶ οὖν ἐς λόγους ὁ Ἰωάννης τῷ βασιλεῖ λαθραιότατα ἀφιγμένος, διέβαλλε τὸν Γουβάζην ὡς ἀποστάντα καὶ τοὺς Πέρσας ἐπαγόμενον, καὶ οὐκ ἐς μακρὰν τὴν χώραν ἐπ’ ἐκείνους μεταθήσοντα, εἰ μὴ θᾶττον ὁτῳδηοῦν τρόπῳ διακωλυθείη. ὁ δὲ βασιλεὺς καταπλαγείς μὲν τῷ παραλόγῳ, οὔπω δὲ τελεώτατα πεπιστευκὼς, ἀλλ’ ἐπὶ μέσης τινὸς χωρήσας ἐννοίας, „ἄγε” ἔφη „ὅπως τὸν ἄνδρα παρασκευάσοιτε ὡς ἡμᾶς ἐνθάδε γενέσθαι’’. δείσας δὲ ὁ Ἰωάννης, μή ποτε, εἴ γε ἐκεῖνος ἀφίκοιτο, τὰ τῆς ἐπιβουλῆς ἀνακαλυφθείη, „εἶεν” ἔφη „ὦ δέσποτα. τί δὲ ἄρα ποιητέον ἡμῖν, εἰ γε ἱκὼν εἶναι παραγενέσθαι ἥκιστα ἕλοιτο;” ἀναγκαστέον αὐτὸν’’ ἦ δὲ ὁ „κατήκοον ἔντα, καὶ πάσῃ μηχανῇ ἐκπεμπτέον.’’ εὐθὺς δὴ οὖν ὑπολαβὼν ὁ Ἰωάννης· ἀναγκαζόμενος δὲ εἰ γε ἀντισταίη, σταίη, τι ἂν γένοιτο ἐπὶ τούτοις;” τί δὲ ἄλλο γε’’ ἔφη ὁ βασιλεὺς ἢ πείσεται τὰ τῶν τυράννων, καὶ κάκιστα ἀπολεῖται;” „οὐδὲν οὖν ἔσται δέος’’ ἦ δὲ ὁ Ἰωάννης τῷ τοῦτον ἀποκτενοῦντι;” „οὐμενοῦν” ἔφη „εἴ γε, ἀντιταττόμενος καὶ ἀνη- κουστῶν, ὡς πολέμιος διαφθαρείη”. τοιαῦτα δὲ τοῦ βασιλέως ἀποκριναμένου, καὶ παραπλήσια τούτων ἐν ἐπιστολῇ τοῖς στρατηγοῖς σημήναντος, οὐδὲν ἔτι ὁ Ἰωάννης περαιτέρω ἀνεπυνθάνετο, ἀλλ’ ἐπειλῆφθαι ἤδη καὶ ἔχεσθαι τοῦ ζητουμένου ἀποχρώντως ἡγούμενος, ἐπανῆκεν αὖθις ἐς Κόλχους τὸ γράμμα τοῦτο ἐπιφερόμενος ὃ δὴ Μαρτῖνός τε καὶ Ῥούστικος ἀναλεξάμενοι, καὶ μάλα εὐπρεπῶς ἐσκευωρῆσθαι τὸ δρᾶμα εὑρόντες, εὐθὺς ἐπὶ τὴν πρᾶξιν ἐχώρουν. συγκαλεσάμενοι δὴ οὖν Ἰουστῖνόν τε καὶ Βούζην καἰ τὸ μελετηθὲν ἀποκρύπτοντες, χρῆναι ἔφασαν τὴν ταχίστην ὡς Γουβάζην ἰέναι, αὐτῷ τε βουλεύεσθαι ὅπως τοῖς ἐς Ὀνόγουριν πέρσαις κοινῇ ἐπελευσόμεθα. οἱ δὲ, τούτοις πεπεισμένοι, ξυνεπορεύοντο. εἵπετο δὲ αὐτοῖς βραχεῖα τις ἐκ τῶν ταγμάτων ἀπόμοιρα· γνοὺς δὲ Γουβάζης ὡς αὐτίκα μάλα οἱ στρατηγοὶ ἐπ’ αὐτὸν καὶ οὐδὲν ὁτιοῦν ἀντίξουν ὑποτοπήσας, παραγίνεται ἀμφὶ τὸν Χωβοῦν τὸν ποταμόν. ἐνταῦθά τε αὐτοῖς ὁ δείλαιος ὑπαντιάζει ἀφύλακτος τε καὶ θαρραλέος, καὶ λίαν ὀλίγους τῶν ὀπαδῶν ἐπαγόμενος, καὶ τούτους ἀνόπλους καὶ οὐκ ἐς μάχην παρεσκευασμένους. πῶς δὲ οὐκ ἂν οὕτως ἵκετο παρὰ φίλους τε καὶ ξυνήθεις καὶ φύλακας τῆς χώρας καὶ ἥκιστα πολεμίους, μᾶλλον μὲν οὖν καὶ τῶν ὀθνείων ἐχθρῶν ἀλε· ξητῆρας;