Ancient Greek · ~7 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 1-2
Not analysed yet
α'. Τὰ μὲν οὖν παρὰ Πέρσαις νόμιμα, καὶ ἡ ποικίλη τῆς σφῶν πολιτείας μεταβολὴ καὶ, ὁπόσα χρῆναι ᾠήθην περὶ Χοσρόου καὶ τοῦ κατ᾿ αὐτὸν γένους εἰρῆσθαι, ταῦτα δὴ οὖν ἅπαντα, εἰ καί μακροτέρῳ ἐξείργασται λόγῳ, καὶ οὐ λίαν ἔχεται τῶν προτέρων ,ἀλλ᾿ οὐ περιττά γε ἴσως δόξειεν ἂν, οὐδὲ ἄχρηστα ,μᾶλλον μὲν οὖν καὶ τὸ θέλγον, ὡς ἐμὲ ἡγεῶθαι, ξὺν τῷ ὠφελίμῳ ἀπειληφότα. ἐθέλω γὰρ, εἰ ἐπ᾿ ἐμοὶ εἴη, καὶ περιπλειστου ποιοῦμαι, ταῖς Μούσαις, φασὶ, τὰς Χὰριτμς καταμιγνύναι. καίτοι ἑτέρωθί με καθέλκουσιν αἱ φροντίδες καὶ ἕπομαί γε οὔτι ἑκὼν εἶναι τῇ περιαγούσῃ ἀνάγκῃ. ἡ γάρ μοι ξυγγραφὴ, τοῦτο δὴ τὸ μέγιστόν τε καὶ σεμνότατον ἔργον καὶ πάσης ἀσχολίας ὑπέρτερον, εἴποι ἂν ἡ λύρα ἡ Βοιωτία, ὁδοῦ τε καὶ βίου πάρεργον γίγνεται, καἰ οὐκ ἔνεστι μοι ὠς ἥδιστα ἐμβιῶσαι τοῖς ποθουμένοις. δέον γὰρ τοὺς πάλαι σοφοὺς σχολαίτερον ἀναλέγεσθαι μιμήσεως ἕκατι, ἅπαντά τε τὰ ἑκασταχοῦ ξυμφερόμενα γνωματεύειν ἐς τὸ ἀκριβὲς καὶ ἀναπυνθάνεσθαι, ἀνειμένον τε ἀμφὶ ταῦτα ἔχειν τὸν νοῦν καἰ ἐλεύθερον· ἀλλ᾿ ἔγωγε ,ἥμενος ἐν τῇ βασιλείῳ στοᾷ ,βιβλιδιασ πολλὰ δικῶν ἀνάπλεα καὶ πραγμάτων ἔξ ἑωθινοῦ μέχρι καὶ ἐς ἥλιον καταδύντα ἐκμελετῶ καὶ ἀνελίττω· καὶ λίαν μὲν ανχθομαι τοῖς ἐνοχλοῦσιν, ἀνιῶμαι δὲ αὖθις εἰ μὴ ἐνοχλοῖεν, ὡς οὐχ οἷόν τέ μοι ὂν τῶν ἀναγκαίων ἀποχρώντως ἐμπίπλασθαι ἄνευ πό̣νου καὶ δυσπαθείας. πλὴν ἀλλ᾿ οὐδ᾿ ὣς ἀνήσω τοὐμὸν, οὐδὲ ἀποπαύσομαι ἔστ᾿ ἂν ὁ ἔρως με ανγη, εἰ καί μοι τις νεμεόήσειεν ὡς ὑπερτέρων ἐφιεμένῳ, καὶ, τὸ λεγόμενον, ἐν πιθ φιλεργοῦντι τὴν κεραμείαν. εἰ γάρ τῳ καὶ δόξειεν εἶναι τάμὰ νόθα γε ὡς ἀληθῶς καὶ ἀνεμιαῖα ,καὶ οἶα ψυχῆς ἐς πλεῖστα μεριζομένης κυήματα, ἀλλ’ ἐμαυτὸν γοῦν ἴσως ἀρέσκοιμι ἂν, καθάπερ τῶν ᾀδόντων οἱ ἀμουσότατοι. ὡς ἂν δὲ μὴ περαιτέρω ἐκδρομὰς ποιούμενος καὶ μεταβάσεις ἐς ἀπειροκαλίαν ἐκφέρεσθαι δόξαιμι, αὖθις δὴ ἔμοιγε τῶν Κολχικῶν ἀγώνων καὶ τοῦ προτέρου λόγου μεταληπτέα.