Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 20
Not analysed yet
κ΄. Εὐθὺς δὴ οὖν τὸ ἐνεργόν τε καὶ σύντονον τῆς φροντίδος ὑποχαλῶντες, οὐκέτι λίαν ἀκριβῆ τὴν φυλακὴν ἐποι- οῦντο. ὀλίγαι τε παρῳχήκεσαν ἡμέραι, καὶ ὁ Μερμερόης ὡς δὴ τεθνηκὼς ἀπηγγέλλετο. ἔκρυπτε γὰρ ἑαυτὸν ἔς τι δωμάτιον, ὡς καὶ παρὰ τοῖς οἰκειοτάτοις τήνδε νικῆσαι τὴν δόξαν. τότε δὴ οὖν καὶ μᾶλλον τοῖς ῾Ρωμαίοις περιττόν τι ἐδόκει ἀγρυπνεῖν τε καὶ ἐπιπολὺ διαπονεῖσθαι. καὶ τοίνυν μεθέντες τὰς περιφράξεις καὶ τὴν ἐν τούτοις ἀπεργασίαν, ἐς τὸ ἀνειμένον μετέβαλλον, παννύχιόν τε καθεύδοντες καὶ ἐς τὰς ἐπαύλεις τῶν ἀγρῶν διαιτώμενοι, καὶ οὔτε κατασκόπους ἔστελλον, οὔτε ἄλλο τι ἔπρασσον τῶν δεόντων. ᾤοντο γὰρ ὡς οὐκ ἄν ποτε οἱ Πέρσαι, ἀστρατήγητοι δῆθεν γεγονότες, ἐπ᾿ αὐτοὺς ἥξουσι, μᾶλλον μὲν οὖν καὶ ὡς ποῤῥωτάτω φευξοῦνται. ταῦτα δὲ γνοὺς ὁ Μερμερόης ἀνακαλύπτει ἐξαπιναίως τὸν δόλον καὶ ἐπιφαίνεται τοῖς Πέρσαις ὁποῖος καὶ πρότερον, καὶ εὐθὺς, ὡς εἶχε προθυμίας, ἅπαντας κινήσας, καὶ τὴν χαλεπότητα τῆς πο- ρείας εὖ διαθεὶς, ᾖ πάλαι διενοεῖτο, παραγέγονεν ἀγχοῦ τοῦ φρουρίου. καὶ ἤδη ἐπέλαζε τοῖς Ῥωμαίοις κατεπτηχόσι τῷ παραλόγῳ καὶ οἵοις οὐκέτι ἀμύνεσθαι. τότε δὴ οὖν ὁ Μαρτῖνος ἔγνω καταλιπεῖν τὸ χώριον, πρὶν τελεώτατα παρελθεῖν εἴσω τὸν Μερμερόην, καὶ μέγα τι κακὸν τοὺς τῇδε ἐργάσασθαι. πῶς γὰρ ἐνῆν αὐτοὺς ὀλίγους γε ὄντας ἐνεγκεῖν τὰ πλήθη τῶν πολεμίων, καὶ μὴ οὔχι αὐτοβοεὶ διαφθαρῆναι; οὕτω δὴ οὖν καταστρατηγηθέντες ὑπὸ τῶν βαρβάρων, καὶ αἰσχίστην ποιούμενοι τὴν ἀναχώρησιν, ἠπείγοντο τοῖς ἄλλοις ἀναμιχθῆναι στρατεύμασιν. ἐτύγχανον γὰρ οἱ ἀμφὶ Βέσσαν τε καὶ Ἰουστῖνον ἐν πεδίῳ τινι στρατοπεδευόμενοι, οὐ πόῤῥω Τηλέφεως κειμένῷ, ἀλλὰ μόνοις σταδίοις ἑπτὰ διεστηκότι. ἐστι δὲ οὐδὲν ὁτιοῦν ἄλλο ἐνταῦθα, ἤ μόνα χυτρῶν πωλητήρια, ὡς καὶ τὴν προσηγορίαν ἐντεῦθεν τῷ χώρῳ εἰλῆφθαι· Ὀλλάρια γὰρ, ὡς ἂν Δατῖνόςτις φήσοι, ἐπωνόμασται· δύναται δὲ τοῦτο τῇ Ἑλλήνων φωνῇ Χυτροπώλια. ἤδη δὲ πολλῶν ἅμα τῷ Μαρτίνῳ προτερησάντων καὶ ἐν τῷ ἀσφαλεῖ γενομένων, ἐβουλεύοντο ἅΠαντες οἱ στρατηγοὶ, ἐνταῦθα τοὺς δυσμενεῖς ἐκδεξάμενοι στήσεσθαι τε ἐς παράταξιν, καὶ διακωλύειν αὐτοὺς ἀνὰ τὰ πρόσω ἰόντας. ἦν δέ τις τῶν ἐπισημοτάτων ἐν τοῖς ταξιάρχαις Θεόδωρος ὄνομα, τὸ μὲν γένος ἕλκων ἐκ τοῦ ἔθνους τῶν Τζάνων, παρὰ Ῥωμαίοις δὲ τεθραμμένος, καὶ ἤδη τὸ βαρβαρικὸν τοῦ τρόπον, εἰ καὶ πάτριον ἦν, ἀποσκευασάμενος καὶ ἐς τὸ ἀστειότατον μετακοσμήσας. οὗτος δὴ οὖν ὁ Θεόδωρος ἅμα τῇ οἰκείᾳ δυνάμει, εἵποντο γὰρ αὐτῷ οὐ μείους ἢ πεντακόσιοι ἄνδρες τῶν ὁμοφύλων,) ἀμφὶ Τήλεφιν εντι ἐμεμενήκει, εἰρημένον αὐτῷ ὑπὸ Μαρτίνου, μὴ πρότερον ἐνθένδε χωρῆσαι, πρὶν ἂν θεάσοιτο ἅπαντας τοὺς πολεμίους εἰσβεβληκότας εἰκάσοι τε αὐτοὺς, ὡς ἔνεστιν, ὅσοι εἷεν, καὶ ποίη ὅπως ἔχουσιν ὁρμῆς τε καὶ γνώμης.