Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 21.1
Not analysed yet
κα΄. Ὁ δὲ, ἦν γὰρ ἐς ἅπαντα δραστήριός τε καὶ θαῤῤαλέος,) καὶ δὴ κατὰ ταῦτα ἐποίει· καὶ εἶτα, ἐπειδὴ παρόντα εἶδε τὰ πλήθη τῶν περσῶν ἐντὸς τοῦ φρουρίου, ἔγνω τε αὐτοὺς οὐ μέχρι τοῦδε στησομένους ἀλλὰ καὶ σφόδρα πολεμησείοντας, αὐτίκα ᾤχετο. εὑρὼν δὲ κατὰ τὴν πορείαν πολλοὺς τῶν Ῥωμαίων οὐκ εὐθυδρομήσαντας ἐς τὰ χυτροπώλια, ᾑπερ διετέτακτο, ἀλλ’ ἐν οἰκήμασι Λαζικοῖς εἰσπηδήσαντας, καὶ ἀφαιρουμένους ἔλυμόν τε καὶ ζειὰς καὶ ἄλλα ἀττα τῶν ἐδωδίμων, ἀπελαύνειν τε αὐτοὺς ἐπειρᾶτο καὶ κατεμέμφετο τῆς παρανοίας, ὡς οὐκ εἰδότας οὗπερ τυγχάνουσιν ὄντες κακοῦ. ὅσον μὲν οὖν ἦσαν αὐτῶν οὐ λίαν λίχνοι τε καὶ ἀκόλαστοι, οὗτοι δὲ μεταμαθόντες τὸ λῷον ξυνείποντό τε αὐτῷ καὶ βάδην ἀπεκομίζοντο· πλὴν ἀλλ’ οὐ γεγένηται χώρα τῷ Θεοδώρῳ σχ- λαίτερον διαγγεῖλαι τοῖς στρατηγοῖς τὴν ἐπήλυσιν τοῦ Μερμερόου. ἐνίων γὰρ ἔτι ἐκ τοῦ στρατοῦ τῇ ἁρπαγῇ ἐγκειμένων καὶ οὐκ ἀνιέντων, ἐπιφοιτῶσιν ἀθρόον οἱ Πέρσαι, καὶ ὀλίγους μὶν αὐτῶν ἔκτεινον· οἱ δὲ ἄλλοι δρομαῖοι ἔφυγον, καὶ δὴ ἐξαπιναίως ἐσπίπτουσιν ἀνὰ τὸ στρατόπεδον ξὺν οἰμωγῇ καὶ θορύβῳ, ὡς ἅπαντας ξυνταραχθῆναι τῷ αἰφνιδίῳ, καὶ πέρα τοῦ μετρίου δειμαίνοντας ἐς ὑπαγωγὴν μετανίστασθαι. οἱ δὲ στρατηγοὶ, (οὔπω γὰρ αὐτοῖς ἐς φάλαγγα ὁ στρατὸς ἐτετάχατο,) δεδιότες καὶ οἳ, μὴ σφίσιν οὐ παρεσκευασμένοις ἐπισταῖεν οἱ βάρβαροι, περιεφρόνουν μὲν τὰ πρότερον δοκηθέντα, οὐκ εἶχον δὲ ὅ, τι καὶ γένοιντο· οὔτε γὰρ βουλεύσασθαι αὐτοῖς περὶ τῶν παρόντων ὁ καιρὸς ἐνεδίδου καὶ τὸ ἤδη καταπεπλῆχθαι τὰς γνώμας. εὐθὺς οὖν ἄραντες ἐκ τοῦ πεδίου, καὶ ἅπαντα ἐπαγόμενοι τὰ στρατεύματα, ᾤχοντο ἀγεννῶς καὶ ἀκόσμως, καὶ οὐ πρότερον ἐπαύσαντο θέοντες, πρὶν ἐς τὴν Νῆσον ἱκέσθαι. ἄπεστι δὲ ἡ Νῆσος ἥδε Τηλέφεως πέντε μάλιστα παρασάγγαις. τοσαύτην ἄρα οἱ γενναῖοι αὐθημερὸν πο- ρείαν διήνυσαν, ὠκύτατα πεφευγότες. ἔστι γὰρ ὁ παρασάγγης, ὡς μὲν Ἡροδότῳ δοκεῖ καὶ Ξενοφῶντι, τριάκοντα στάδια, ὡς δὲ νῦν Ἴβηρες καὶ Πέρσαι φασὶν, ἐν ἑνὶ μόνῳ τῶν εἴκοσι πλείονα. Λαζοί δὲ οὕτω μὲν καὶ αὐτοὶ ὁμολογοῦσιν; οὐ μὴν δὲ τῷ ὀνόματι χρῶνται, ἀλλὰ ἀναπαύλας καλοῦσι, καὶ, οἶμαι, εἰκό- τως, οἷ γὰρ παρ᾿ αὐτοῖς ἀχθοφόροι, ἕκστον παρασάγγην χιστον καὶ καθόσον τοῦτο δρῶσιν, ἐς τοσοῦτον τὰς ὁδοὺς διαμετροῦν- ται καὶ κατατέμνουσιν. εἴτε δὴ οὖν οὕτως, εἴτε ἐκείνως τὸν παρασάγγην κλητέον, πεντήκοντά γε καὶ ἑκατὸν σταδίοις ἐκ τοῦ φρουρίου ἡ Νῖσος διείργεται. ἔπι δὲ τὸ χώριον ἐπιεικῶς ἐχυρὸν, καὶ οὐκ εὐέφοδον, ταῖς τῶν ποταμῶν περιβαλλόμενον δίναις. ἔ τε γὰρ Φάσις καὶ ὁ Δοκωνòς, ἐκ τοῦ Καυκάσου διακριδὸν καταῤῥέοντε καὶ πολλῷ τὰ πρῶτα ἐνταῦθα τῆς τῶν τόπων θέσεως ἀναγκαζούσης ἠρέμα πλησιάζετον ἀλλήλοιν καὶ οὐκέτι ἄποθεν φέρεσθον, ὥστε ἀμέλει τῶν Ῥωμαίων διώρυχα τινα μηχανησαμένων, καὶ ἐκ τοῦ Φάσιδος ἐκροὴν εἰς τὸν Δοκωνὸν μετοχετευοάντων, τουτῳ δὴ τῷ τρόπῳ ἐς τὰ πρὸς τῆς ἕω τετραμμένα τῆς Νήσου ἡνῶσθαι ἄμφω τὼ ποταμὼ, καὶ ξυνειλῆφθαι τὸν χῶρον. ἐντεῦθεν δὲ αὖθις καμπάς τε καἰ περιελιγμοὺς ποιουμένω, οὐκ ἐλάχιστόν τι χρῆμα τοῦ πεδίου εἴσω ἀπολαμβάνετον. προΪοόντε δὲ ἀνὰ τὸ πρόσω, ἐς δυόμενον ἥλιον ξυμβάλλετον αὐτομάτως καὶ ἀναμίγνυσθον τελεώτατα, ὡς ταύτῃ γε ἅπαν τὸ μεταξὺ νῆσον ἐς τὸ ἀκριβὲς ἐκτελεῖσθαι. ἐνταῦθα μὲν οὖν οἱ Ῥωμαῖοι ἐτύγχανον ξυνειλεγμένοι.