Ancient Greek · ~13 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 20.1-2
Not analysed yet
κ΄. Τῆς γὰρ νυκτὸς ἁπάσης ἐν τοιοῖσδε κακοῖς διανυσθείσης, ἤδη τε δόξαντος τοῦ χωρίου ἐκπεπορθῆσθαι ,τότε ἄνδρες τῶν Μισιμιανῶν ἐς πεντακοσίους εὖ μάλα τεθωρακισμένοι, τοῦ φρουρίου ἐκβάντες ,ἐς αὐτὸ δὴ τὸ λυκαυγὲς ἐπέρχονται τοῖς Ῥωμαίοις ἀφυλάκτως διακειμένοις, διὰ τὸ οἴεσθαι τελεώτατα κεκρατηκέναι. καὶ πλήττουσι μὲν τοὺς πλείστους, ἅπαντας δὲ ἐς φυγὴν ἐτρέψαντο, βιαιότερον ἐξωθοῦντες. οἱ δὲ ξὺν ταραχῇ ἐπὶ τὸ κάταντες ὑπαγόμενοι, συχνῶν τε καὶ ποικίλων τραυμάτων ἀνάπλεοι ἐς τὸ στρατόπεδον ἐπανῆλθον, τοῖς τε ἀκοντίοις τῶν πολεμίων βληθέντες, κὼ τῷ περιπταίειν θαμὰ ταῖς πέτραις διακεχαραγμένοι τὰ σκέλη· καὶ ἐπ’ ἐκεῖνον αὖθις τὸν σκόπελον ἀνέρπειν ἥκιστα διενοοῦντο, τῷ δὲ περιβόλῳ ἐπιφέρεσθαι ᾗ μᾶλλον ἐπίμαχος εἶναι ἐδόκει, καἰ ἅμα τὴν τάφρον καταχωννύναι. καὶ τοίνυν οἰκίσκους τινὰς καὶ καλύβας πλησιαίτερον τεκτηνάμενοι ἐκ τοῦ ἀσφαλοῦς ἐτειχομάχουν, μηχαναῖς τε χρώμενοι καὶ τοξείᾳ, καὶ ἄλλῳ ὁτῳοῦν τρόπῳ χαλεπωτάτην τοῖς ἔνδον καὶ ἀνύποιστον ποιούμενοι τὴν πολιορκίαν. οἱ δὲ βάρβαροι ἐμόχθουν μὲν σφόδρα ναὶ ἐπιέζοντο, πλὴν ἀλλ᾿ οὔπω ἀνίεσαν ἀμυνόμενοι. ἤδη γάρ τινες σπαλίωνα κομίζοντες ,ἐπ᾿ ἐκεῖνα δὴ τὰ τῶν Ῥωμαίων ἕρκη ἐχώρουν ὡς ἅπαντα καταβαλοῦντες. πρὶν δὲ δὴ πελάζειν αὐτοὺς καὶ ὑποκρύπτεσθαι ,Σουαρούνας τις ὄνομα, Σκλάβος ἀνὴρ ,ἀφίησι δόρυ τῷ μᾶλλον προφαινομένῳ, καὶ πλήττει καιρίαν. πεσόντος δὲ ἐκείνου αὐτίκα ἔξετινάχθη ὁ σπαλίων, καὶ ἠρήριπτο ἀνατετραμμένος, καί πως ἐς τἀναντία τοῦ κύτους περιηγμένου, ἀνεκαλύπτοντο οἱ ἄνδρες καὶ ἀπεγυμνοῦντο. καὶ τοὺς μὲν ἄλλους ῥᾳδίως οἱ Ῥωμαῖοι κατακοντίζοντες ἔκτειναν, εἶς δέ γε ἀποδρὰς ᾤχετο· καὶ ἤδη ἀγχοῦ ἐγεγόνει, καὶ δὴ ἐπέβαινε τῆς πυλίδος. ἀλλὰ τότε ἀθρόον τοξευθεὶς διαφθείρεται. καἰ αὐτοῦ καταπεσὼν, ὑπὲρ τὸν οὐδὸν ἔκειτο, ὀλίγον μέν τι τοῦ σώματος μεθεὶς, τῷ δὲ πλείονι μέρει πρὸς τὰ ἔνδον παρατεταμένος. τοῦτο δὲ ἰδόντες οἱ Μισιμιανοὶ, καὶ σημεῖόν τι, οἶμαι ,τῶν ἐσομένων πέρι φευκτόν τε καὶ ἀπαίσιον ἡγησάμενοι, ἄλλως τε καὶ ἀπειρηκότες τοῖς πόνοις, καὶ τῆς πρὸς Ῥωμαίους δυσμενείας μάλιστα ὅτι αὐτοῖς οὐδὲ ἡ ἀπὸ τῶν Περσῶν κατὰ τὸ ξυγκείμενον ἀφῖκτο ἐπικουρία· ταῦτα δὴ οὖν ἀναλογισάμενοι, καὶ τὴν οἰκείαν ἀναμετρήσαντες δύναμιν ,καὶ ὅτι οὐκ ἀξιόμαχοι ἔσονται οὐδὲ περαιτέρω τὸν πόλεμον ὑπομενοῦσι μόλις ἐν τῷ τότε γοῦν ἀναμνησθέντες, εὐθὺς ἐπρεσβεύοντο πρὸς Ἰωάννην, καὶ ἱκέτευον, μὴ σφᾶς πανωλεθρίᾳ διαφθεῖραι, μηδὲ ἀνάρπαστον ἄρδην ποιήσασθαι γένος ἐκ παλαιοῦ κατήκοον καὶ ὁμόδο- ξον τὰ ἐς τὸ θεῖον καἰ πλεῖστα ὅσα προηδικημένον, οὕτω τε ἐληλυθὸς ἐς τὸ ἀντιδρᾶσαι, βαρβάρῳ καὶ τοῦτο ἀνοίᾳ· οὐ μὴν παντάπασί γε φειδοῦς καὶ συγγνώμης ἀνάξιοι ἔφασκον εἶναι, τοσαῦτα ἤδη δεινὰ πεπονθότες ,καὶ μεγίστας ποινὰς ἀναπλήσαντές, καταφλεχθείσης μὲν αὐτοῖς τῆς τοῦ φρουρίου περιοικίδος, ἀνδρῶν δὲ ἡβώντων οὐ μεῖον ἢ πεντακισχιλίων ἀπολωλότων, γυναικῶν δὲ πολλῷ πλειόνων, καὶ παίδων ἔτι πλειόνων, ὡς ὀλίγου γε δεῖν ἅπαν διαῤῥυῆναι τὸ φῦλον. ὁ δὲ Ἰωάννης ἀσμενέστατα προσήκατο τὴν ίκπειαν, τοῦ τε μὴ ἐπὶ πλεῖστον ἐν χωρίῳ ἐρήμῳ καὶ δυσχειμέρῳ ἅμα τῇ στρατιᾷ διακινδυνεύειν, καὶ ὅτι ἀποχρώντως ὡς ἀληθῶς οἱ ἡμαρτηκότες ἐτετιμώρηπο τοιγάρτοι ὁμήρους λαβὼν, καὶ τὰ χρήματα ὁπόσα ὁ Σωτήριχος ἐπεφέρετο, τά τε ἄλλα καὶ πρός γε τὸ ἐκ βασιλέως χρυσίον· ἦν δὲ ἐν νομίσμασιν ἐντελέσι τε καὶ ἀκιβδήλοις δισδισμυρίοις τε καὶ ὀκτακισχιλίος πρὸς ἑτέροις ὀκτακοσίοις· ταῦτα δὴ οὖν ἀπειληφὼς καἰ λείαν πολλὴν περιβαλόμενος, ἐφῆκε μὲν αὐτοῖς ἀδεῶς αὖθις τὰ σφέτερα νέμεσθαι, καὶ τὸν πρότερον ἀνανεώσασθαι βίον. αὐτὸς δὲ ἐπὶ τὴν Κολχίδα γῆν ἐπανῆκεν, κλεινὸν ἅμα καὶ ἀγέρωχον, καὶ μόνοις τριάκοντα ἀνδράσιν ἐζημιωμένον ἀποκομίσας τὸ στράτευμα.