Ancient Greek · ~8 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 19-4
Not analysed yet
ιθ΄. Τότε δὴ οὖν οἱ ῾Ρωμαῖοι οὕτω δή τι αὐτοῖς ἀνειμένως ἀναπαυομένοις ἐπιβάντες, ἀπέκτειναν τούς τε ἄλλους, καὶ πρός γε ἐκεὶνον τὸν ἡμιάγρυπνον, ὡς ἄν τις αὐτὸν ἐπιτωθάζων ἐπικαλέσοι. καὶ τολοιπὸν ἀδεῶς ἀνὰ τὰ πρόσω χωρήσαντες, ἀμφὶ τὰς λαύρας τῶν οἰκήσεων ἐσκεδάννυντο· καὶ ἅμα ἡ σάλπιγξ ἐπῇδε τὸ ἐνυάλιον. ἀκούσαντες δὲ οἱ Μισιμιανοὶ κατεπλήττοντο μὲν τῷ παραλόγῳ· τὰ δὲ παρόντα οὐ ξυνιέντες, ὅμως ἀνεγρόμενοι ἐπ᾿ ἀλλήλους φοιτᾷν ἵεντο καὶ ξυναθροίζεσθαι, ἄλλος ἄλλοθεν διεκπηδῶντες. ἀλλ᾿ οἱ Ῥωμαἰοι ἐν αὐτοῖς δὴ τοῖς προθύροις ὑπαντιάζοντες, καὶ ὥσπερ τοῖς ξίφεσιν αὐτοὺς δεξιούμενοι, πλεὶστον ὅσον εἰργάζοντο φόνον. οἱ μὲν γὰρ ἤδη ἐκβάντες εὐθὺς ἀνῄρηντο, ἕτεροι δὲ παρῆσαν, καὶ ἄλλοι ἤμελλον, καὶ λώφησις οὐκ ἦν τοῦ κακοῦ, ἁπάντων ἐπειγομένων. ἤδη δὲ καὶ γύναια πολλὰ διαναστάντα θύραζε ξυνέῤῥει ὀλοφυρόμενα· ἀτὰρ οὐδὲ τούτων ἀπείχοντο οἱ Ῥω- μαῖοι, ὀργῇ φερόμενοι, ἀλλ’ ὠμότατα καὶ αὗται ἀπήλαυον τῆς τῶν ἀρρένων ἀτασθαλίας. μία δέ τις τῶν κομψοτέρων δᾷδα κατέχουσα καιομένην, ἐμφανέστατα ἐπορεύετο· καὶ ἡ μὲν δορατίῳ τὴν γαστέρα διατορηθεῖσα, ἐτεθνήκει ,τῶν δέ τις Ῥωμαίων ἀνελόμενος τὸ λαμπάδιον ἐμβάλλει πῦρ τοῖς περιαυλίσμασι. τὰ δὲ, (ξύλοις γὰρ καὶ ἐτύγχανον ἐσκευασμένα,) τάχιστα ἐνεπίμπρατο· ἥ τε φλὸξ ἐς τοσοῦτον μεγέθους ἐξήρθη ,ὡς καὶ τῷ Ἀψιλίων ἔθνει καὶ τοῖς πορρωτέρω ἔτι τὰ ποιούμενα διαγγέλλειν. τότε δὴ οὖν καὶ μᾶλλον οἱ βάρβαροι χύδην ἀπώλλυντο. οἱ μὲν γὰρ οἶκοι μεμενηκότες ἐπυρπολοῦντο ἢ κατεχώννυντο· τοῖς δὲ πρὸς τὰ ἐκτὸς διεκπίπτουσιν ἑτοιμότερος ὁ ἐκ τῶν ξιφῶν ὄλεθρος ἐφειστήκει. παῖδες δὲ πολλοὶ κλαυθμυριζόμενοί τε καὶ τἀς τεκούσας ἀναβοῶντες, ἡλίσκοντο· καὶ τούτων τοὺς μὲν τῶν πετρῶν ἀφειδῶς ἀκοντίζοντες, διεσπάραττον· ἔνιοι δὲ ὥσπερ ἐν παιδιᾷ ἐς ὕψος ἀνεῤῥίπτοντο, χαἰ εἶτα τῷ ἄχθει ἀντιφερόμενοι, ὀρθίοις τοῖς δόρασιν ὑποδεχθέντες, ἐν τῷ μετεώρῳ διεπερονῶντο. καὶ ἦν μὲν οὐ πόρρω τῶν εἰκότων χαλεπαίνειν σφόδρα τοὺς Ῥωμαίους τῷ τῶν Μισιμιανῶν γένει, τοῦ τε Σωτηρίχου ἕκατι, καὶ τῆς ἐπὶ τοῖς πρέσβεσι παρανομίας. ἔδει δὲ ὅμως οὐχ ὅσον καὶ ἐς αὐτὰ δὴ τὰ νεογνὰ βρέ- φὴ ,καὶ τῶν τοῖς γονεῦσι τετολμημένων οὐδὲν ἐπιστάμενα, παροινεῖν οὕτω καὶ ἀφυβρίζειν. οὔκουν αὐτοῖς οὐδὲ ἀποινὶ τοῦτο ἡμάρτηται.