Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 21-3
Not analysed yet
κα'. Mετὰ δὲ ταῦτα βασιλεὺς Ἰουστινιανὸς, καθελὼν παντάπασι τῆς ἀρχῆς τὸν Μαρτῖνον, ὁ δὲ Ἰουστῖνον τὸν Γερμα- νοῦ καδισ́τησιν ἀντ’ αὐτοῦ στρατηγὸν αὐτοκράτορα τῶν τε κατὰ τὴν Κολχίδα χώραν καὶ τῶν ἐν Ἀρμενίᾳ ταγμάτων. ἥν μὲν γὰρ αὐτῷ καὶ πρότερον οὐ μάλα πρὸς θυμοῦ πρωτεύειν ἐκεῖνον ἁπάντων καὶ ἐξηγεῖσθαι ,ὡς δὴ τῆς κατὰ Γουβάζου ἐπιβουλῆς οὐκ ἐλάχιστον μέρος γεγενημένον. κατεῖχε δὲ τέως τὴν γνώμην καὶ ὑπελάνθανε, μὴ χρῆναι οἰόμενος ἀνακινῆσαι τὸ ἄρχον καὶ μετασκευάσασθαι ταραττομένων ἔτι τῶν τῆδε πραγμάτων, καὶ μάλιστα τῆς στρατιᾶς ἡδομένων τῷ Mαρτιινῳ ,διὰ τε τὴν τῶν πολεμικῶν ἔργων ἐμπειρίαν καὶ τὸ ἕκαστα ἐν δέοντι διατάττειν. οὗ δὴ ἕνεκα, οἶμαι, καὶ διεσέσωστο, ἐπεὶ ἂν καὶ αὐτὸς Ἰωάννῃ τε καὶ Ῥουστικῳ ξυνεεθνήκει· νῦν δὲ ὥσπερ αἰδοῖ τῶν τροπαίων καἰ τῆς εὐβουλίας ᾖ δὴ παρὰ τοὺς κινδύνους ἐχρῆτο, ὑφελὼν ἠρέμα καὶ ὑποχαλάσας τοῦ νόμου τὸ λίαν ἀκριβὲς καὶ ἀτιθάσευτον ,ἐφῆκε μὲν τὸ ἐπίκλημά, ανρχειν δὲ οὐ ξυνεχώρει ἀλλὰ ἰδι- ωτεύειν ἐκέλευεν ,ἀρκεῖν ἡγούμενος ἀτιμιᾴ γε αὐτὸν τιμωπήσασθαι, εἰ καὶ τοσούτου μιάσματος μετειλήχει. ἐπειδὴ οὖν οἵ τε Πέρσαι ἠρέμουν ,καὶ ἐκεχειρίᾳ ἐῴκει τὸ χρῆμα ,τότε δὴ τὸν μὲν ἀπεώσατο, Ἰουστῖνον δὲ προσήκοντά τέ οἱ ὡς ἐγγύτατα κατὰ γένος, καὶ ἄλλως ὀνομαστότατον ἐν τῷ τότε εἶναι δοκοῦντα, μετάκλητον ἐν Βυζαντίῳ ποιησάμενος, ἅπασάν τε αὐτῷ παραδίδωσι τὴν ἀρχὴν, καὶ αὖθις ἐς Κόλχοις ἐκ- πέμπει τοῖς ἐφεξῆς ἁρμοσόμενον. ἦν δέ τις ἐν τῷ ἀμφ’ αὐτὸν ὁμίλῳ Ἰωάννης ὄνομα, Λίβυς ἀνὴρ ,ἀφανὴς μὶν πρῶτα καὶ πενιχρότατος, ὡς καὶ τοῦ ἀποζῆν ἕνεκα μισθαρνεῖν ἑτέρῳ τῳ καὶ ξυνέπεσθαι τῶν δορυφόρων καὶ τὰς τῶν στέγειν ὀδύνας, οὐ πολλῷ δὲ ὕστερον ἐπὶ μέγα πλούτου τε καὶ ἀλαζονείας ἠρμένος. πλεῖστα γὰρ ὅσα μηχανησάμενοι καὶ διὰ ποικίλης χωρήσας ἐννοίας, γνωρίζεται οὐκ ἐς μακρὰν τῷ Ἰουστίνῳ, κάκιστος δὲ ὢν καἰ πανουργότατος, καὶ οἶος ούδὲν ὁτιοῦν τῶν ἀδίκων τε καὶ ἀνοσίων ἐγχειρημάτων κέρδους ἕκατι ἀπαναίνεσθαι, ῥητόν τι μέτρον χρυσοῦ αἰτεῖ τὸν στρατηγὸν, ὁμολογῶν, εἰ κομίσοιτο, αὐτῷ τε τῷ παρασχόντι ἐς ὅσον ἂν ἕλοιτο χρόνον τὰ ἐπιτήδεια προσφόρως ἐκποριεῖσθαι, καὶ πρός γε ὁπόσον παρῆν θητικόν τε καὶ δοῦλον, καὶ ὅσοι ἄλλοι ὀπαδοί τε καὶ ὑπηρέται καἰ δορυφόροι, ἀλλὰ καὶ τούσδε ἅπαντας τῆς προσηκούσης τροφῆς ἐμπιπλάναι. ταῦτα δὲ πράττων ἐπηγγέλλετο οὐ μόνον ἀποσώσειν τὸ χρύσιον ἅπαν καὶ ἀντικαθεῖναι ὁπόσον ἂν λάβοι, ἐντελὲς καὶ ἀλώβητον, ὡσπερ ἐκδεδανεισμένον, ἀλλὰ γὰρ καὶ ἕτερον προσεπιδοῦναι . καὶ ἐδόκει μὲν τοῖς πολλοῖς κόμπος εἶναι καὶ οἷον αἴνιγμα τὸ εἰρημένον· ὁ δὲ Ἰουστῖνος, καίτοι δέον αὐτὸν νεμεσῆσαι τῇ τοῦ Αιβ́υος ἀβελτηρια, ἐπιστάμενον ὡς οὐκ ἂν τὴν ιπóσχεσιν διανύσειεν νύσειεν μὴ ἄδικα δρῶν καὶ βίαια ἔργα, καὶ παρανόμοις τιισὲν ἐμπορίαις λυμαινόμενος ἁιπαντας, οἷς ἂν ὁμιλήσειεν· ὁ δὲ προσήκατό τε τοὺς λόγους, καὶ τὸ χρύσιον παραδοὺς ἐπὶ ταἴς ξυνθήκαις ἐφίησιν αὐτῷ πράττειν ὅ, τι καὶ βούλοιτο.