Ancient Greek · ~10 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 21-2
Not analysed yet
κα΄. Ἦν δὲ αὐτοῖς καὶ χαράκωμα ἔμπροσθεν καρτερώτατα ἔξειργασμένον, ὡς ἀντέχειν εὐθὺς πρὸς τὰς ἔπιδρομὰς, καὶ ὂν ἐν προβόλου μοιρᾳ ἐγκεῖσθαι τῷ τείχει. ἐδεδίεσαν γὰρ εἰκότως ἐπ᾿ αὐτῷ ,ἅτε δὴ ξύλοις τε πεποιημένῳ, καὶ ἄλλως ὑπὸ χρόνου πολλαχοῦ διεῤῥυηκότι. τῷ τοι ἄρα αὐτοῖς καὶ τάφρος μάλα εὐρεῖα πέριξ ὠρώρυκτο, ὕδατός τε ἤδη μεστὴ καὶ ὑπερχειλὴς ἐγεγόνει, ὡς καὶ τοὺς σκόλοπας, οἵ δὴ ἐτύγχανον ξυνεχέστατα ἐμπεπηγότες ,διαλανθάνειν καὶ ἀποκεκρύφθαι· τῆς γὰρ λίμνης, ἣν δὴ σμικρὰν θάλατταν ὀνομάζουσι, τὴν ἐς τὸν Εὔξεινον Πόντον ἐκροὴν φερομένην ἐνταῦθα μετοχετεύσαντες, ῥᾳδιώς ἅπαντα ἔπλησαν. νῆες δὲ φορτίδες μεγάλαι πρὸς τῇ κυματωγῇ τῆς θαλάττης καὶ ταῖς ἐκβολαῖς του Φάσιδος πλησιαίτατα τοῦ ἄστεος ἐφορμοῦσαι, μετεώρους εἶχον τὰς ἀκάτους ,καὶ ἀμφ᾿ αὐτὰ δήπου τὰ καρχήσια τῶν στῶν ἀνιμηθείσας ναὶ βεβαιότατα αἰωρουμένας, ὡς πολλῶ ἀνέχειν τὰ μεγέθη τῶν πύργων καὶ ὑπερφέρεσθαι. ἄνω δὲ στρατιῶται εἱστήκεσαν, καὶ τῶν ναυτῶν ὁπόσοι εὐθαρσεῖς τε καὶ πολεμικώτεροι, τόξα τε φέροντες καὶ σφενδόνας, μηχανάς τε ἑκηβόλους ἐνθέμενοι, πρὸς τὸ ἐνεργὸν ἤδη ἀλλὰ γὰρ καὶ ἕτεραι νῆες διὰ τοῦ ποταμοῦ ἀνηγμέναι, ἐπὶ θάτερον μέρος παρῆσαν, ᾦ δὴ Βαλεριανὸς ἐφειστήκει, ὁμοιότατα ταῖς ἄλλαις ἐξηρτυμέναι, ὡς ἂν ἑκατέρωθεν οἱ πολέμιοι ἐξ ὑπερδεξίων βαλλόμενοι ἀποκρούοιντο, πελασείοντες τῇ πολιορκίᾳ. ὥστε δὲ ταύτας δὴ τὰς ἐν τῷ ποταμῷ ναῦς ἥκιστα ὑπό του πημαίνεσθαι, Δαβραγέζας, Ἄντης ἀνὴρ, ταξίαρχος, καὶ Οὖννός τις λοχαγὸς, Ἐλμίγγειρος νομα, οὗτοι δὴ, προστεταγμένον αὐτοῖς ὑπὸ τῶν στρατηγῶν, επακτρίδας τινὰς ἀμφιπρύμνους δέκα πληρώσαντες ἐκ· τῆς ἀεὶ σφισιν επομένης δυνάμεως, καὶ ὡς ἀνωτέρω προελθόντες, ἐφρούρουν ξὺν ἀγρυπνίᾳ, καὶ περιεσκόπουν τὰς διαβάσεις ἐπιπλέοντες, νῦν μὲν ἐν μέσῳ τῷ ῥείθρῳ, νῦν δὲ ἐφ’ ἑκατέρας τῆς ὄχθης. καὶ τοίνυν ἐνταῦθα ξυνηνέχθη τερπνόν τι λίαν κω ἐπίχαρι ὡς ἐν πολέμῳ καὶ παρατάξει. ἔτι γὰρ τούτων ἀνωτέρω αἱ ῾Ρωμαϊκαὶ δύο τριακόντοροι, ἅς δὴ ἔμπροσθεν ἔφην κενὰς ἀνδρῶν ὑπὸ τῶν Περσῶν ἀφῃρῆσθαι· αὗται δὴ οὖν αἱ τριακόντοροι, ὁπλίτας ἔχουσαι Μήδους ,ἐν τῷ ποταμῷ ἐναυλοχοῦντο καλωδίοις τῆς γῆς ἐξημμέναι. νυκτὸς δὲ ἐπιλαβομένης, οἱ μὲν ἄνδρες ἐν αὐταῖς ἐκάθευδον ἅπαντες· τοῦ δὲ ῥοῦ πολλοῦ φερομένου, καὶ τὰ πείσματα διατείνοντος τῇ ὑπαγωγῇ τῶν ὁλκάδων, ἀποῤῥήγνυται τῇ μιᾷ ὁ δεσμὸς ἐξαπιναίως· ἄφετον δὲ αὐτὴν ἡ δίνη λαβοῦσα καὶ ἐλευθέραν ,καὶ οὔτε εἰρεσίας ἀντιπραττούσης, οὔτε πηδαλίου ἑτέρωθί που ἰθύνοντος, κατάγει πως αὐτὴν ὀξύτατα ἐς τὸ πρόσω, καὶ παραδίδωσι τοῖς ἀμφὶ Δαβραγέζαν ᾿Ρωμαίοις. οἱ δὲ ἐσιδόντες, ἄσμενοι εἷλον τὸ θήραμα, καὶ ἐπετέρποντο τῇ ξυντυχίᾳ, ὅτι γε αὐτοῖς ἥδε ἡ ναῦς κενὴ πρότερον ἀπελθοῦσα, τότε δὴ ἀνδρῶν ἀνάπλεως ἐπανῆγεν.