Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 22-3
Not analysed yet
κβ΄. Ἐν τούτῳ δὲ ὁ Ναχοραγὰν ἁπάσῃ τῇ δυνάμει ἐκ τοῦ στρατοπέδου, τῷ ἄστει ἐπέλαζεν, ἀκροβολίσασθαί τε βουλόμενος, καὶ ἀπόπειραν ποιήσασθαι τῶν ῾Ρωμαίων, εἰ ἐπεξίασι· ταύτῃ τε σαφέστατα διαγνῶναι, ὅπως αὐτῷ εἰς ἑτέραν τὰ ἐς τὸν πόλεμον παρασκευαστέα. τότε δὴ οὖν οἱ Πέρσαι ἐπειδὴ ἐς τόξου βολὴν ἀφίκοντο, αὐτίκα οἵγε, τοῦτο δὴ αὐτοῖς τὸ εἰθισμένον, θαμὰ ἐπετοξάζοντο· πολλοί τε τῶν ῾Ρωμαίων τρωθέντες, οἱ μὲν ἔτι ἀμυνόμενοι ἀντεῖχον, ἔνιοι δὲ καὶ ἀπόμαχοι ἐγίγνοντο. Ἄγγιλας δὲ καὶ Φιλομάθιος καὶ τῶν ἀμφ’ αὐτοὺς ταγμάτων ἄνδρες ἐς διακοσίους, καὶ ταῦτα προειρημένον ἁπάσῃ τῇ στρατιᾷ ὑπὸ Μαρτίνου μένειν ἕκαστον κατὰ χώραν, καὶ ἐκ τοῦ ἀσφαλοῦς ἀπομάχεσθαι, οἱ δὲ τὴν καθ’ αὑτοὺς πύλην ἀναπετάσαντες, κατὰ τῶν πολεμίων ἐχώρουν. Θεόδωρος δὲ ὁ τοῦ Τζαννικοῦ ὁμίλου ταξίαρχος, ἐπεῖχε μὶν τὰ πρῶτα, καὶ ἀνέκοπτε τὴν ὁρμὴν, νεμεσῶν αὐτοῖς τῆς προπετείας. ἔπει δὲ οὐκ ἐπείθοντο, ὑπήγετο καὶ αὐτὸς πλείστοις, οὔτι ἱκὼν, καὶ ἐνεδίδου, εὐθύς τε ἐφοίτα σὺν ὡς μὴ ἀποδειλιᾶν νομισθείη, τούτου τε ἕνεκα μόνου τὸ εὐπρεπὲς τῆς εὐβουλίας προίσχεσθαι· ἤρεσκε μὲν γὰρ αὐτὸν οὐδαμῶς τὰ ποιούμενα, μετέχειν δὲ ὅμως αὐτῶν ἠνείχετο ἐς ὅ, τι ἄρα καὶ τελευτήσαιεν. καὶ μικροῦ γε ἅπαντες αὐτοῦ διεφθάρησαν,1ο εἰ μή τις αὐτοὺς ἑτέρα διέσωσε γνώμη ἐκ τοῦ κρίττονος ἐπιῤῥωσθεῖσα. οἱ γὰρ Διλμνῖται ἀνὰ τὸν ἐκείνῃ χῶρον ἑστῶτες καὶ ἐς φάλαγγα ξυντεταγμένοι, ἐπειδὴ κατεῖδον τὴν ὀλιγότητα τῶν ἐπερχομένων, ὑπεδέχοντό γε αὐτοὺς ἡσυχῆ καὶ ἀνέμενον. ὡς δὲ ἀγχοῦ ἤδη παρῆσαν, αὐτίκα οἶγε ἠρέμα τὰ κέρα ἐπικολπώσαντες, περιβάλλουσιν ἅπαντας, καὶ ἐς ἀκριβῆ κύκλωσιν ἐγκατεῖργον. οἱ δὲ Ῥωμαῖοι πάντοθεν περιειλημμένοι, δρᾶσαι μὲν τολοιπὸν οὐδὲν ὁτιοῦν τοὺς πολεμίους διενοοῦντο· εὐπὸν δέ τι αὐτοῖς ἐδόκει καὶ ἄπιστον, εἴγε ἁμωσγέπως διαδράσαιεν. καὶ δὴ ἐπὶ σφᾶς ἑλιχθέντες, καὶ τὰ δόρατα προβεβλημένοι, βεβλημένοι, ἐμπίπτουσιν ἀθρόον τῶν πολεμίων τοῖς πρὸς τῷ ἄστει ἐφεστηκόσιν. οἱ δὲ ἐσιδόντες αὐτοὺς πολλῇ τῇ ῥύμῃ φε- ρομένους, καὶ οἶον ταῖς ἐλπίσιν ἀπειρηκότας, διέστησαν εὐθὺς ἀπ’ ἀλλήλων, καὶ ἀπεκρίθησαν, οὐκ ἐνεγκόντες ἄνδρας δυσθανατῶντας, καὶ ὅποι αὐτοῖς τὸ θράσος χωρήσει, οὐ λογιζομένους. οὕτω δὲ ἐκείνων ἐφέντων, ἐκδραμόντες οἱ ᾿Ρωμαῖοι κατὰ παρεῖκον, ἄσμενοι αὖθις εἴσω τοῦ περιβόλου καὶ τὴν πύλην προσήῤῥαξαν. παρὰ τοσοῦτον μὶν κινδύνου ἵκοντο, οὐκ ἐπ’ ἄλλῳ τῳ ἀριστεύσαντες, ἢ μόνῳ τῷ διαφυγεῖν καὶ ἀποσωθῆναι.