Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 22.1
Not analysed yet
κβ΄. Τότε δὴ οὖν ὁ Ἰωάννης ταῖς Ῥωμαἰ· κ· αfς κωιμαις ἐπιφοιτῶν, ὁπόσαι ἀνὰ τὴν πορείαν πτύγχανονͅ ἱδρυμέναι, καὶ τοὺς οἰκήτορας ἀγείρων, οὖ μὲν βόες ἄφθονοι οὐκ ἦσαν, ὁ δὲ τούτων δεῖσθαι τὸ στρατόπεδον ἐδημηγόρει. καὶ τοίνυν εἔκοσι τάλαντα προφέρων,τοσούτων ὑμᾶς” ἔφασκεν ,,ἀνάγκη χρημάτων ἀποδόσθαι καὶ μεῖον οἰκ ἔνεστιν . ἀλλὰ τὸ τίμημά δέχκσθε χεσθε πρότερον, καὶ ὅπως μοι τὴν ταχίστην ἁιπαντας τοὺς βόας ἀποκομιεἴτε.” τῶν δὲ ἱκπευόντων ἀνεῖναι καὶ ἐπομνυμένων, ἦ μὴν μηδὲ ὅσον ἀροῦν τὰ λήϊα ἀποχρώντως κεκτῆσθαι, ἀνενευε μάλα σεμνῶς ὁ κατάρατος, καὶ δεινὰ ἐποιεῖτο εἰ μηδὲ πριάσθπι τῷ στρατηγῷ ἐξείη τὰ ἐπιτήδεια. καὶ ἐς τοσοῦτον ἐνέκετιο χαλεπαίνων ,ἕως ἐκεῖνοι τὰ τιμιώτατα τῶν κτημάτων ἀπεμπολήσαντες, καὶ χρύσιον, o̔ισον οἷόν τε ἦν αὐτοῖς, συνερανισάμενοι, παρέσχον τῷ κακοδαίμονι λύτρα τοῦ ἐπιοτάγματο. πάλιν δὲ ἐνθένδε ἰὼν καὶ ἑτέρωθι παραγενόμενος, ἔνθα καμήλων τυχὸν ἢ ὀρέων οὐδὲ ὄνομα ἠκούπο, ὁ δὲ τούτων ἕνεκα ἥκειν ἐβόα, καὶ τοῖς ὁμοίοις χρώμενος πάλιν ἐπε- δείκνυε χρυσίον, καἰ πάλιν λαβὼν ἀπεχώρει. οὕτω δὴ οὖν ἁπανταχοῦ περινοστῶν καὶ ἀναζητῶν τὰ μὴ παρόντα, καὶ μηδὲν μήτε ἀπεμπολήσας πώποτε, μήτε πριάμενος, μήτε ἄλλως πως ξυμβαλὼν ,ἠργυρολόγει καὶ εἰσέπραττε τοὺς μηδὲν ὁτιοῦν ἐπωφληκότας, τάχιστά τε ἤδη τὸ ἀρχαῖον ἐδιπλασιάζετο τοῖς προσγινομένοις. ἐπειδὴ δὲ ἐς Κόλχους ἀφίκετο, ταὐτά τε ἔπρασσε, καὶ πρός γε ναῦς φορτίδας οὐκ οἴδα ὅπως ἐπικτησάμενος, καὶ τοὺς καρποὺς τοὺς ἐπιχωρίους βιαιότατα ξυναθροίζων, καἰ πολλὰ ἐλαχίστου ὠνούμενος, ἐς τὴν ἀλλοδαπὴν ἐξεφόρει καὶ διεπίπρασκε. σπάνις μὲν οὖν τῶν ἀναγκαίων εἰκότως ἐπεγίγνετο τοῖς στρατεύμασιν, ὡς καὶ πόας εἶναι ὠνίους. ὁ δὲ μιαρὸς ἐκεῖνος μεταβολεὺς καὶ· παλιγκάπηλος μέγιστα κέρδη προσεποιεῖτο. ἐκ τούτων δὴ οὖν τῶν πόρων τὰ ξυγκείμενα πρὸς Ἰουστῖνον ἐπετέλει ,τάς τε τροφὰς παρεχόμενος καὶ τῷ προτέρῳ χρυσίῳ προσεπιβάλλων. ὁ δὲ, καίτοι γιγνώσκων τὰ ποιούμενα, πολλάκις τε τῶν λεηλατουμένων ὡς αὐτὸν ἰόντων καὶ σὺν ὀλοφυρμῷ προκαλινδουμένων, λώφησιν τε γενέσθαι σφισι τῶν κακῶν ἀντιβολούντων, ὅμως τῶν ὀδυρμῶν καὶ δακρύων ὀλίγα φροντίσας, ἤσθιεν ἀδεῶς ἐκ τῶν ἀδικημάτων, καὶ ἥδετο μὲν ἀπριάτην εὐωχούμενος, καὶ πρός γε μεστὸν κατὰ τὸ πλέον καὶ ἐμβρι- θέστερον ποιῶν τὸ φασκώλιον. ἤμελλε δὲ ἄρα χρόνῳ ὕστερον ποινὰς μεγάλας ἡλίκας ἀποτιννύναι. εἰ γὰρ καὶ μυρίους μετὰ ταῦτα διήνυσε πόνους, καὶ μέγιστον ἤρατο κλέος ἀμφὶ Ἰστρον ποταμὸν, τὰς τῶν βαρβάρων ἐπιδρομὰς ἀνακόπτων, ἀλλ’ οὐδὲν ἐνθένδε ἥ τοῦ κρείττονος ἐθωπεύετο δίκη, οὐδὲ τούτοις ἐκεῖνα ἐπεκαλύπτετο· ἔμενε δὲ, οἶμαι ,ἠρεμοῦντα καὶ ἐφυλάττετο μόνιμα καὶ ἀνάγραπτα μέχρι τοῦ καιροῦ τοῦ καθήκοντος. οὐ γὰρ ἅμα τῷ πλημμελεῖν καὶ τὰς τιμωρίας ἀναμετρεῖσθαι πεφύκαμεν ,μετὰ χρόνον δὲ ὡς τὰ πολλὰ καὶ ἴσως ἡνίκα τῶν εἰργασμένων ἐπιλελήσμεθα . ἀνιώμεθα μὲν τὸ παραυτίκα τοῖς καθ’ ἡμῶν γιγνομένοις, ὡς παραλόγως καὶ οὐκ ἐν δίκῃ συμβεβηκόσι, καὶ καταιτιώμεθα φθόνους ἀνθρωπείους τυχὸν καὶ δυσμενείας, ὡς ἐκ τούτων οὐ προσήκοντα πεπονθότες· τὸ δὲ ξυνέχον ἡμᾶς καὶ διατάττον ἐπιστάται τὸ πρέπον ἑκάστῳ καὶ ὀφειλόμενον, καὶ τρόπῳ ὅτῳ καὶ βούλεται μέτεισι καὶ ἀνιχνεύει τὰ πολλῷ ἔμπροσθεν ἡμαρτημένα. ἀλλ’ ὁποῖα μὲν ἀττα ἐπὶ Ἰουστίνῳ ὕστερον ξὺν ἠνέχθη καὶ ὅπως αὐτῷ ἡ τοῦ βίου καὶ τῆς τοσαύτης εὐδαιμονίας κατάλυσις ἀδόκητος ἐπεγένετο, εἰρήσεταί μοι ἐς τὸ ἀκριβὲς ἕκαστα, ἥνικα ὁ λόγος ὁδῷ ἰὼν ἀκολούθως καὶ διὰ τῶν ἀεὶ ἐχομένων φερόμενος, ἐς ἐκεῖνο τοῦ χρόνου περιενεχθείη. νῦν δὲ ἀνὰ τὰ πρότερά μοι ἐπανιτέον, καὶ τοῖς ἑξῆς ἐπιχειρητέα·