Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 23.1-3
Not analysed yet
κγ΄. Ὧδε γὰρ τῶν ἐν Λαζικῇ πραγμάτων ἐχόντων, καὶ Ἰουστίνου ἐπὶ πᾶσι στρατηγοῦ καταστάντος, οὔτε οἱ Πέρσαι ὡς ἀναμαχούμενοι παρεσκευάζοντο, καὶ μέντοι οὐδὲ οἱ Ῥωμαῖοι ἐπῄεσαν· ἀλλὰ προφυλακὰς μὲν ἀμφότεροι ἐποιοῦντο, καὶ τὰ ἀλλήλων βουλεύματα ἐς ὅσον ἐνῆν ἀπεσκόπουν καὶ διεπυνθάνοντο· μάχης δὲ οὐδὲ ὁπότεροι ἤρχοντο, ἀλλ’ ἔμενον ἡσυχῇ· αὐτομάτως, ὥσπερ ἀμέλει τοῦτο ξυνδοκοῦν, διωρισμένον. Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς, ἐπειδὴ ἐπέπυστο τὰ πρὸςτῷ Φάσιδι ξυμβεβηκότα ,καὶ ὅτι φυγὰς ἐκ τῆς μάχης ὁ Ναχοραγὰν ἐγεγόνει, αὐτίκα ἐξ Ἰβηρίας αὐτὸν μετακαλεσάμενος, ὠμότατα μετῆλθε κατὰ τὸν πάτριον νόμον. οὐ γὰρ ἀποχρῶσαν ᾤετο εἶναι ποινὴν τῆς ἀνανδρίας τὸ οὕτω γοῦν αὐτὸν ἁπλῶς ἀποκτεῖναι, ἀλλ’ ἐκ τοῦ αὐχένος τὸ δέρμα διαχαράξας ἀπέ- δειρεν ἅπαν μέχρι τοῖν ποδοῖν, καὶ ἀφείλετο τῶν σαρκῶν πρὸς τὰ ἔνδον ἀνεστραμμένον, ὡς καὶ τοὺς τύπους τῶν μορίων ἐς τοὔμπαλιν ἀποφαίνεσθαι, καὶ δίκην ἀσκοῦ ἠρέμα ἐμπνευσθὲν ὑπὲρ σκόλοπός τινος ἀνηρτῆσθαι, οὐκτρόν τι θέαμα καὶ μιαρώτατον, καί πρώτῳ, οἶμαι, Σαπώρῃ ἐκείνῳ τῷ πολλῷ ἔμπροσθεν Χοσρόου περσῶν βεβασιλευκότι τετολμημένον. τὰ μὲν γὰρ ἐπὶ Μαρσύᾳ θρυλλούμενα τῷ Φρυγὶ, ὡς ἔρις αὐτῷ πρὸς Ἀπόλλωνα ξυνέστη ὑπὲρ τῶν αὐλῶν καὶ τῆς αὐλητικῆς ἐπι- ωήμης,ὅτι τε ¨ησσήθη άνὰ κράτος ὁ Μαρσύας, καὶ μάλα δααέώς, ἄτε δῆθεν, εἰ μὴ λίαν εὔηθες εἰπεῖν, οἰκείῳ θεῷ ἀνταυλήσας, καὶ ὡς τήνδε ἀνέπλησε τὴν τιμωρίαν τῆς προπετείας ὑπὸ τοῦ νενικηκότος, ἀποδαρὲν αὐτῷ ἅπαν τὸ δέρμα καἰ ἐπὶ δένδρου ᾐωρημένον •ταῦτα δὴ οὖν ἅπαντα ποιητῶν ἂν εἴη τερατεία καὶ μῦθοι καὶ παίγνια, οὔτε τῶν ἀληθῶν, οὔτε τὢν εἰκότων ἐστοχασμένα. εἴγε αὐλητήν φασι τὸν Ἀπόλλω γεγονέναι, καὶ ἁμιλλώμενον ἐπὶ τῇ τέχνη, καὶ ἐς τοσοῦτο μετὰ τὴν νίκην χαλεπήναντα, ὡς ἀνοσίαν οὕτω καὶ μανιώδη ποινὴν ἐπαγαγεῖν τῷ ἡττημένῳ· πῶς δὲ ἂν καἰ ἤρεσκεν αὐτὸν ἐκ τοῦ μετεώρον φαινόμενον τῆς ἀπανθρωπἰας τὸ κατηγόρημα; ταῦτα γὰρ οἵ τε πρότερον ποιηταὶ ᾳνδουσι, καὶ οἱ νέοι παραλαβόντες συνᾴδουσιν. ὦν δὴ καὶ Νόννος, ὁ ἐκ τῆς Πανὸς τῆς Αἰγυπτίας γεγενημένος, ἔν τινι τῶν οἰκείων ποιημάτων, ἅπερ Δὐτῷ Διονυσιακὰ ἐπωνόμασται, οὐκ οἴδα ἐφ’ ὅτῳ ὀλίγα ανττα τοῦ Ἀπόλλωνος πέρι ἀφηγησάμενος, (οὐ γὰρ δὴ τῶν προηγουμένων ἐπῶν ἐπιμέμνημαι,) εἶτα ἐπάγει· Ἐξότε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας ,Δέρμα παρẉ́ρησε φυτῷ κολπούμενον αὔραις. oὡς μὲν οὖν ἐξ ἐκείνου τὸ μίασμα τοῦτο ουνπω τῷ ἀνθρωπείῳ εγένει διέγνωστο, σαφῆ τὰ τεκμήρια καὶ ἀποχρῶντα παρὰ τοῖς ὀρθῶς ἀναθεωρεῖν καὶ τεκμαίρεσθαι τὰ παλαίτατα πεφυκόσιν, ἀλλὰ μὴ ποιητικῇ θεολογι παρακρουομένοις. ὁ δὲ Σακπώρης ἄδικός τε ὢν ἐς τὰ μάλιστα καὶ μιαιφόνος, ὀξὺς μὲν εἰς ὀργὴν καὶ ὠμότητα, βραδὺς δὲ πρὸς φειδὼ καὶ συγγνώμην, εἰ μὲν καὶ ἐθ᾿ ἑτέροις αὐτῷ πρότερον τόδε τὸ ἄγος ἔξείργασται, οὐκ ἔχω σαφῶς ἀπισχυρισασθαι· ὅτι δὲ Βαλεριανὸν τὸν Ῥωμαίων ἐν τῷ τότε βασιλέα προσπολεμήσαντά οἱ καὶ εἶτα νενικημένον, ὁ δὲ, ξωγρείᾳ ἑλὼν, τόνδε τὸν τρόπον ἐτιμωρήσατο, πολλὴ μαρτυροῦσα ἡ ἱστοριια. καὶ τάχα οἱ πρώτιστοι τῶν μετά τὴν Παρθυαίων κατάλυσιν τῆς βασιλείας τῆς Περσαῆς ἐπιλαβομένων, Ἀρταξάρης, φημὶ, καὶ Σαπώρης, μιαρώ γε ἤστην ἄμφω καὶ ἀδικωτάτω, εἴγε ὁ μὲν τὸν οἰκῖον δεσπότην ἀπεκτονὼς, τυραννικήν τε καὶ βιαίαν τὴν ἀρχὴν κατεστήσατο· ἅτερος δὲ τιμωρίας ἦρξεν οὕτω δεινῆς καὶ μύσους ἀνοσιωτάτου.