Ancient Greek · ~14 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 23.1-2
Not analysed yet
κγ΄. Τοῖς δὲ τῶν Περσῶν ἀχθοφόροις ἐκπλείστου ἐς τὸ τὴν τάφρον καταχωννύναι, τότε δὴ ἅπασα αὐτοῖς ἀνεπέπληστο, καὶ συνῆπτο ἁπανταχόθεν τὸ ἀπερρωγὸς καὶ μεμερισμένον, ὡς καὶ βάσιμον εἶναι τὸ χωρίον στρατιᾷ τειχομοχούσῃ, καὶ τὰς ἑλεπόλεις μηχανὰς οὐ χαλεπῶς ἐνθένδε προσάγεσθαι. μακρὸς δὲ αὐτοῖς κατὰ τὴν πολυχειρίαν ἐν τῷδε τῷ ἔργῳ χρόνος ἐτρίβη. λίθους γὰρ κατὰ τὸ μᾶλλον καὶ χοῦν ἐμβαλόντες, οὐ ῥᾳδίως πρὸς τὰς συγκλείσεις ἐξήρκουν, ξύλων οὐ μάλα παρόντων, ὅτι μὴ ὁπόσα πόρρωθεν ἐκ τῆς νάπης κατατέμνοντες ξὺν πόνῳ πολλῷ διεκόμιζον. οἱ γὰρ Ῥωμαῖοι ἐτύγχανον ἤδη πρότερον ἅπαντας τοὺς ἀμφὶ τὸ ἄστυ ἀγροὺς ἐμπρήσαντες, καὶ πρός γε τὰς τῶν ὁδοιπόρων καταλύσεις καὶ εἴ τι ἕτερον ἐνδιαίτημα ὡς πλησιαίτατα ἵδρυτο. τοῦτο δὲ ἔδρασαν, ὡς ἂν μὴ τὴν ἐνθένδε ὕλην οἱ πολέμιοι πρόχειρον ἔχοντες, εὐκόλως τὰς ἐπιτεχνήσεις τῶν ἔργων ποιοῖντο. ἐκείνης μὶν οὖν τῆς ἡμέρας οὐδέν τι ἀξιαφήγητον ἄλλο ἐπράχθη, ἀλλὰ, νυκτὸς ἐπιφοιτώσης, ὁ Ναχοραγὰν ἅμα τοῖς πλήθεσιν ἐς τὸ στρατόπεδον ἐπανῆκεν. τῇ δὲ ὑστεραίᾳ ὁ Μαρτῖνος τὰ τε τῶν φρονήματα φρονήματα ἐπιρρῶσαι βουλόμενος καὶ τοὺς ἐναντίους ἐκπλῆ· ξαι, ἤθροισε μὲν ἐς ταὐτὸ ἅπασαν τὴν τῶν ῾Ρωμαίων στρατιὰν, ὡς δή τι τῶν παρόντων πέρι διασκεψόμενος· εἰσφοιτᾷ δὲ ἀθρόον ἐς μέσον, οὕτω πρὸς αὐτοῦ μεμελετημένον, ἀνήρ τις τῶν οὐ λίαν γνωρίμων, κονιορτοῦ τε ἀνάπλεως, καὶ οἶος ἐκ μακρᾶς ὁδοιπορίας εἰκάζεσθαι, ἥκειν τε ἔλεγεν αὐτίκα ἐκ Βυζαντίου, καὶ γράμμα τοῦ βασιλέως ἐπιφέρεσθαι. λαβὼν δὲ τοῦτο ἀσμενέστατα Ὀῆθεν ὁ στρατηγὸς, καὶ ἀνελίξας, οὐκ ἐν ἀποῤῥήτῳ καθ’ αὑτὸν ἀνελέγετο, οὐδὲ μόνοις τοῖς ὄμμασιν ἡσυχῇ διϊὼν τῷ νῷ τὰ γεγραμμένα, ἀλλ’ λαμπρᾷ τῇ φωνῇ, ὡς ἂν ἅπαντες ἐπαΐοιεν. καὶ τῷ μὲν βιβλιδίῳ ἐκείνῳ ἴσως ἄλλο τι ἐνεγέγραπτο. ἦν δὲ ὅμως τὰ βοώμενα τάδε· ἐστάλκαμέν σοι καὶ ἑτέραν στρατιὰν, οὐ μείονα τῆς προσούσης· καίτοι εἰ καὶ πολλῷ πλείους οἱ δυσμενεῖς τυγχάνοιεν ὄντες, ἀλλ’ οὐκ ἐς τοσοῦτον ὑμᾶς ὑπερβαλοῦνται τῷ πλήθει, ὁπόσον ὑμεῖς τῇ ἂν δρίᾳ, ὥστε συμβήσεται τήν τε ὀλιγότητα καὶ τὴν ἀμετρίαν τῶν ἴσων μὴ ἀφεστηκέναι. ὡς ἂν δὲ μηδὲ ταύτῃ ἐκεῖνοι μεγα- λαυχοῖεν, δέχου καὶ τοῦτον δὴ τὸν στρατὸν, ὥσπερ φιλοτιμίας μᾶλλον καὶ ἐπιδείξεως ἀλλ’ οὐ τοῦ ἀναγκαίου χάριν ἀπεσταλμένους. θαῤῥεῖν τοίνυν καὶ ἔργου ἔχεσθαι σὺν προθυμίᾳ, ὡς ἡμῶν οὐδὲν ὁτιοῦν τῶν δεόντων περιοψομένων.’’ εὐθὺς δὴ οὖν ἀνεπυνθάνετο, ὅποι εἴη τὸ στράτευμα. ὁ δὲ οὐ „οὐ πόῤῥω” εἷπεν ἀφεστήκασιν, ἢ μόνον τέσσαρσι Λαζικοῖς παρασάγγαις.’’ καταλελοιπέναι γὰρ αὐτοὺς ἀμφὶ τὸν Νέοκνον ποταμὸν ἔτι αὐλιζομένους. καὶ ὁ Μαρτῖνος ὀργήν τινα τῷ προσώπῳ ὑποκρινόμενος, „ἀπίωσαν αὖθις’’ ἔφη ὡς τάχιστα, καὶ οἴκαδε ἀναστρεφόντων, ὡς ἔγωγε οὐκ ἄν ποτε αὐτοῖς ἐφείην ἐνθάδε γενέσθαι. δεινὸν γὰρ εἰ τῶνδε τῶν ἀνδρῶν τῶν ἐκπλείστου ἡμίν ξυστρατευομένων, πολὺν ὅσον χρόνον διαπονηθέντων, καὶ πολλάκις πρὸς τοὺς πολεμίους παραταξαμένων, ἤδη τε οὐ πόῤῥω ἡκόντων ἐκποδὼν ποιήσασθαι τὸ ἀντίπαλον, καὶ τελεωτάτην ἀναδήσασθαι νίκην· οἱ δὲ οὕτω κατόπιν τοῦ ἀναγκαίου παρέσονται, καὶ μονονουχὶ ἀπογευσάμενοι τῶν κινδύνων, εἶτα τὴν ὁμοίαν ἀποίσονται δόξαν ,καὶ ἐς ἐκείνους ἀνενεχθείη τὸ πέρας καὶ, τὸ δὴ πάντων ἀδικώτερον, τὰ γέρα ἐπίσης καρπώσονται τοῖσδε. ἀλλ’ ἐκείνοις μὲν αὐτοῦ μενετέα, ἐς ὅσον ἐς τὴν ἀποπορείαν παρασκευάσασθαι, ἀποχρήσουσι δὲ ἡμῖν οὗτοι τὸ λειπόμενον τοῦ πολέμου ἄριστα κατεργάσασθαι.” καὶ ἅμα ἐς τὸ πλήθη ἐπιστραφείς· Jj οὐχὶ καὶ ὑμῖν ταῦτα’’ δοκεἴ, co ἄνδρες ξυστρατιῶται ; "οἱ δὲ ἐπευφήμησαν ξὺν βοῇ, καὶ ὸικαια εἶναι ἀνέκραγον τὰ τῷ στρατηγῷ βεβου- λευμένα. καὶ οἱ μὲν θαῤὃαλεώτεροι ἐγεγένηντο ,καἰ οἶον ὶτέ- ρων οὐ ὸεἴσθαι προσβοηθησόντων. μάλιστα γὰρ αὐτοὺς εἷσο ἔριν ἐχινει καὶ φιλοτιμίαν r) τῶν λαφύρων ἐλπὶς, καὶ οοτι αὐτοι οὐκ ἐς μακρὰν αυπαντα ᾤοντο κομιεῖσθαι, ὥσπερ ηνδη τοὺς δυσμενεῖς ἀνελόντες· καὶ τοῦτο μόνον πεφροντισμένον αὐτοῖς ὅπως τὴν λείαν διανεμοῦνται.