Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 24.1-2
Not analysed yet
κδ΄. Ἀπέβη δὲ ὅμως καὶ θάτερον τῶν Μαρτίνου διανοημάτων. ὁ γὰρ λόγος οὗτος διὰ τοῦ πλήθους ἐξολισθήσας, καὶ πανταχοῦ περιηγμένος ,καὶ παρ’ αὐτοὺς ἀφῖκται τοὺς πέρ σὰς, ὡς ἄρα στρατιὰ πτ ἔρα Lcoftuix/] πρὸς τῷ Νεόκνῳ πο- ταμῷ παραγέγονε, καὶ ὅσον οὔπω τοῖς προτέροις ἀναμεΙυὲπαι. ἀφασίᾳ δὴ οὖν ἅπαντες εἴχοντο, δεδιότες εἰ μέλλοιεν, τοσούτοῖς ἤδη πόνοις τετρυχωμένοι, πρὸς νέους ἄλλους καὶ βκμῆ- τὰς παρατάττεσθαι πολεμίους. ὁ δὲ Ναχ· oραγὰν οὐδέν τι μελλήσας, καἰ ἴλην τινὰ μπρίαν ἐκ τῶν ΙΙερσαῶν ἔστειλε ταγμάτων ἀνὰ τὴν ἀτραπὸν ἐκείνην, καθ’ ἥν ᾤετο διαβήσεσθαι τοὺς περὶ ὣν ἐτύγχανε rfj φήμη ἐξηπατημένος. οἱ δὲ παραγενόμενοι, γενόμενοι, σπουδῇ τε καὶ ἀγρυπνγᾳ οὐκ ἐν δέοντι ἐχρῶντο. καταλαβόντες γὰρ τὰ ἐπίκαιρα τῶν χωριών ,ὑπεκρύπτοντο αὐτοῦ καὶ ἀνέμενον τοὺς οὐδαμῶς παρεσομένους, γνώμην ἔχοντες ἀφυλάκτως αὐτοῖς τῷ ἀπροσδοκήτῳ τυχὸν πρϊοῦσιν ἐπιπεσεῖσθαι, καὶ τὸ τάχος ἀνακόψαι τῆς πορείας, ἕως οἱ ἐν τῷ ἄστει ἐκπολιορκηθεῖεν. οὕτω μὲν οὖν δύναμις οὐ λίαν ἐλαχίστη τῶν Περσῶν μάτην ἠσχόλητο, τοῦ ἄλλου πλήθους ἀφῃρημένη. εὐθὺς δὲ ὁ Ναχοραγὰν ἐξῆγε καὶ ὣς τὸν στρατὸν, φθάσαι τὴν ἐπήλυσιν δῆθεν βουλόμενος τῶν οὐδαμῶς παρεσομένων, καὶ πολλῷ ξὺν φρονήματι κατὰ τῶν ῾Ρωμαίων ἐχώρει, ἐπικομπάζων ἀναφανδὸν καὶ ἐπομνύμενος, ἠ μὴν αὐθημερὸν τὴν πόλιν ἅπασαν αὐτοῖς ἀνδράσιν ἐμπρῆσαι. ἐπελέληστο γὰρ, ὡς ἔοικεν, ὑπὸ αὐθαδείας ὁ ἔμπληκτος, ὡς ἄρα ἐπὶ πόλεμον ᾔει, πρᾶγμα οὕτως ἀφανές τε καὶ ἀδηλότατον, καὶ πολλὰς ἐπιδεχόμενον ἐφ’ ἑκάτερα ῥοπὰς καὶ μεταβάσεις, μάλιστά τε πάπων, Αἴας τινὸς καὶ ὑπερτέρας ἀνάγκης ἀπηρτημένον, ὅσον κὼ σμικρὸν οὐδὲν ἐν ταὐτῷ γίγνεται, ἀλλ’ ἔθνη τε ἀνθρώπων μύρια καὶ πόλεις συχναὶ, καὶ πολιτεία ξύμπασα, οὕτω παρασχὸν, ἀνακινεῖται καὶ διαταράττεται, καὶ τὰς ὑπὲρ τῶν ὅλων ἐλπίδας σαλεύει. ὁ δὲ ἐς τοσοῦτον ἐπῆρτο ἀλαζονείας, ὡς καὶ τοῖς ἐργοπόνοις καὶ ὑπηρέταις, οἱ δὴ ἀνὰ τὴν ὕλην σκεδαννύμενοι τὰ δένδρα κατέτεμνον, τυχὸν μὲν ξυλείας ἕνεκα, τυχὸν δὲ καὶ ἐπισκευῆς τῶν πολεμικῶν μηχανηάτων· τούτοις δὴ οὖν ἅπασιν ἐκέλευεν, ἐπειδὰν καπνὸν ἀρθέντα θεάσοιντο, τοὺς δὲ γιγνώσκειν ὡς πῦρ ἤδη τῷ τῶν Ῥωμαίων περιβόλῳ εἴη ἐμβεβλημένον, καὶ μεθεῖναι μὲν τὰ ἐν χερσίν ἔργα, δρομαίους δὲ ὡς αὐτὸν ἥκειν, καὶ συνεπιβάλλειν τὴν φλόγα, ὡς ἂν ῥᾳδίως ἅπαντα πυρποληθείη. καὶ ὁ μὲν τοιαῦτα ἐφ’ ἑαυτῷ βρενθυόμενος, εἴχετο τῆς ἐφόδου. Ἰουστῖνον δὲ τὸν Γερμανοῦ, (οὐ γὰρ ᾤετο ἐν τῷ τότε τὸν Ναχοραγὰν παρέσεσθαι,) ἔννοιά τις θεόθεν, οἶμαι, εἰσῆλθε πρός τινα νεὼν τῶν παρὰ Χριστιανοῖς σεμνοτάτων, οὐ ποῤῥω τῆς πόλεως ἀφεστηκότα, παραγενέσθαι ὡς τάχιστα, καὶ ἐπιθειάσαι καὶ τοίνυν ἀπολεξάμενος ἐκ τῆς Μαρτίνου καὶ τῆς οἰκείας δυνάμεως ὅ, τι καρτερόν τε καὶ μαχιμώτατον, καὶ πεντάκις χιλίους ἱππότας ἄγειρας, ἅπαντάς τε ὡς ἐς πόλεμον ἄριστα ἐξοπλίσας, ὁ δὲ ξὺν ἐκείνοις ἀπήλαυνε, τῶν τε σημείων οἱ ἑπομένων καὶ τῆς ἄλλης στρατηγικῆς εὐκοσμίας. οὕτω δὲ ξυνενεχθὲν, οὔτε οἱ Πέρσαι κατεῖδον τούτους πορευομένους, οὐμενοῦν οὐδὲ οἱ ἀμφὶ Ἰουστῖνον ἐκείνους ἐπιφοιτῶντας. ἀλλ’ ἑτέρωθεν γὰρ ἀφιγμένοι, ἀθρέων τῷ περιβόλῳ προσέβαλλον, πλείονί τε ἥ πρότερον τοξείᾳ ἐχρῶντο ,ὡς οὕτω δὴ καὶ μᾶλλον τοὺς ῾ρωμαίους ἐκπλήξοντες, καὶ τάχιστα τὴν πόλιν ἁρπασόμενοι.