Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 24
Not analysed yet
κδ΄. Ἔπεὶ δέ δέ μοι ὁ λόγος, διὰ τῶν ἀεὶ παρεμιπτόντων φερόμενος, πάλιν ἐς Ἀρταξάρην ἀφίκετο, καιρὸς ἂν εἴη ἐκπληροῦν νῦν τὸ πρότερον ἐπηγγελμένον, καὶ τῶν ἐφεξῆς βασιλέων ἐπιμνησθῆναι. οὗτος μὲν οὖν ἐξ ὦν τε ἔφυ καὶ ὅπως καἰ ὅν- τινα τρόπον τὴν κίδαριν ἀνεδήσατο, ἤδη μοι ἐς τὸ ἀκριβὲς προαφήγηται ἐκεῖνο δὲ μόνον προσθείην ἂν ἐπ’ αὐτῷ, ὡς ἔτεσιν ὕστερον ὀκτώ τε καὶ τριάκοντα καὶ πεντακοσίοις Ἀλεξάνδρου Ἀλεξάνδρου τοῦ πάνυ τοῦ Μακεδόνος, τετάρτῳ δὲ ἔτει τῆς θατέρου ξάνδρου τοῦ Μαμαίας ἀρχῆς, τῆς τῶν Περσῶν βασιλείας αβομένῳ τῷ Ἀρταξάρῃ, καθ᾿ ὃν πρότερον ἀπήγγελται τρόπον, διήνυσται χρόνος ἐν αὐτῇ ἐνιαυτῶν πεντεκαίδεκα, δυοῖν μηνοῖν ἐνδεόντοιν. διαδέχεται δὲ τὸ κράτος Σαπώρης ἐκεῖνος ὁ ἐναγέστατος, καὶ διεβίω πρὸς τῷ ἑνὶ τριάκοντα τοὺς πάντας οἐνιαυτοὺς, ἐνιαυτοὺς, πλεῖστα ὅσα τοὺς Ῥωμαίους τὸν βασιλέα σφῶν ἀνελὼν, καὶ οὐδὲν ὁτιοῦν κώλυμα ἔσεσθαι διανοούμενος, ὁ δὲ ἀνὰ τὰ πρόσω ἐχώρει, καὶ δὴ τήν τε ἢν τῶν ποταμῶν ἐδῄωσε χώραν, καὶ εἶτα τὴν ἐφεξῆς ἐχομένην, Κίλικάς τε ἐληίσατο καὶ Σύρους, καὶ μέχρι τῶν Καππαδοκῶν ἐλάσας, ἐξαίσιον πλῆθος φόνων κατείργασται, ὡς καὶ ἁ σηραγγώδη καὶ κοῖλα χωρία τῶν ἐν τοῖς ὄρεσι φραγμῶν τοῖς σώμασιν ἀναπληροῦν τῶν πεπτωκότων ἀνθρώπων, καὶ πρὸς ἰσότητα φέρειν τῶν λόφων τὰ διεστῶτα καὶ ἔξανέχοντα, καὶ οὕτω καθιππεύειν ἐν αὐτοῖς, καὶ διαβαίνειν ὥσπερ ἐφ’ ὁμαλοῦ τὰς ἀκρωρείας. τοῦτον μὶν οὖν οἴκαδε αὖθις ἀφιγμένον, καὶ οὐ μετρίως χρησάμενον οἶς ἀσεβήσας ἐτύγχανεν, ἀλλὰ πρὸς ἀλαζονείαν ἀρθέντα πολλὴν, ἀπέπαυσεν οὐκ ἐμακαν τοῦ φρυάγματος Ὀδέναθός ὁ Παλμυρηνὸς, ἀνὴρ ἀφανὴς μὲν τὰ πρῶτα καὶ ἄγνωστος, ταῖς δὲ Σαπώρου συμφοραῖς καὶ οἷς ἔδρασεν ἐπ’ αὐτῷ, μεγίστην ἀράμενος δόξαν, καὶ πολλοῖς τῶν πάλαι ξυγγραφέων ἀξιαφήγῦος γεγενημένος. τεθνηκότος κότος δὲ Σαπώρου, ῾Ορμισδάτης ὁ τούτου παῖς τὴν βασιλείαν παραλαμβάνει, καὶ ὸιεβιω ἐν αὐτῇ χρόνον ἐς ὅ, τι ἐλἀχιστον· ἐνιαυτὸν γὰρ ἕνα καὶ δέκα ἡμέρας τῆς τύχης ἀπωνατο, μηδὲν ὁτιοῦν δράσας ὁποῖον καὶ ἐς λόγου φέρεσθαι μνήμην, καθαπου καὶ ὁ μετ’ ἐκεῖνον Οὐαραράνης, τρισὶν ἔτεσι βασιλεύσας. ὁ δὲ υἱὸς ὁ τούτου ὁμώνυμος μὲν ἦν τῷ γεγεννηκότι, ἑπτακαἰδεκα δὲ κατὰ τὴν βασιλειᾶν μεμένηκεν ἔτη. ὁ δὲ τρίτος Οὐαραὸάνης ἐς μῆνας μὲν τέσσαρας μόνους ἀπεγεύσατο τῆς βασιλείας, Σεγὰν δὲ σάα ἐπεκλήθη, οὐκ ἀπεικὸς, οἶμαι, οὐδὲ αὐτομάτως, ἔθους τινὸς παλαιοῦ μετασχὼν καὶ πατρίου. οἱ γὰρ τῶν Πρσῶν βασιλεῖς, ἡν καὶ μέγιστον ἔθνος τῶν πλησιχώρων καθέλοιεν προσπολείιγ́σαντες, καὶ τῆς ἐκείνων ἐπιλάβοιντο χώρας, οὐκέτι μὲν ἀναιροῦσι τοὺς ἡττημένους, ἐς δὲ φόρου ἀπαγωγὴν ἅπαντας ὑποτιθέντες ,ἐφιᾶσιν ἐνοικεῖν τε καὶ ἀροῦν τὴν δορυάλωτον· πλὴν ἀλλὰ τοὺς προτέρους γένους ἡγεμόνας οἰκτρότατα καταλύοντες, οἱ δὲ τοῖς σφετέροις παισὶ τὴν τῆς ἀρχῆς προσηγορίαν ἀπονέμουσι, μνήμης, ὡς ἔοικεν, ἕκατι καἰ κόμπου τῆς ἐπὶ τῷ τροπαίῳ μεγαλαυχίας. ἐπειδὴ οὖν καὶ τὸ τῶν Σεγεστανῶν ἔθνος Οὺσραράνῃ τῷ τοῦδε πατρὶ ἐδεδούλωτο, εἰκότως ἄρα ὁ παῖς Σεγανσαὰ ἐπωνόμαστο· δύναται γὰρ τοῦτο τῇ Ἑλλήνων φωνῇ Σεγεστανῶν βασιλεὐς.