Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 24-2
Not analysed yet
κδ΄. Τοῖς μὲν οὖν τῆς πόλεως τῆς βασιλίδος ἀστοῖς αἱ τοιαῦται ξυνθῆκαι ἀγεννεῖς εἶναι ἐδόκουν καὶ αἰσχραὶ καὶ ἀνελεύθεροι· εἴγε ὥσπερ οὐ φορητὸν ὑπάρχον, ὅτι δὴ πλησιαίτατα τῆς πόλεως οἱ πολέμιοι ἀφιγμένοι καὶ ἐγγελάσαντες, οὐκ αὐτοὶ πανωλεθρίᾳ διεφθάρησαν, ἀλλ᾿ ἔτι καὶ χρυσίον ἐκομίσαντο χαριστήριον, ὥσπερ ἡμῶν ἐς αὐτοὺς πεπλημμεληκότων. ἡ δὲ τοῦ βασιλέως γνώμη ἐς ἄλλο τι μεῖζον ἑώρα, ὅπερ οὐκ ἐς μακρὰν ἀποβὰν ἔπεισε τοὺς πρότερον νεμεσῶντας ὑπεράγασθαι αὐτὸν ὡς ἄγαν προμηθῆ καὶ ἀγχινούστατον· ἔγνω γὰρ χρῆναι μᾶλλον ἁπάσῃ μηχανῇ ξυγκροὐεσθαι τὸ βάρβαρον ἐφ᾿ ἐαυτὸ καὶ ἐκπολεμοῦσθαι. ὡς ἂν δὲ τοῦτο συμβοἰη, αὐτίκα, ἕως οἱ ἀμφὶ Ζαβεργὰν μαλθακώτερον ἐπορεύ- οντο, ἔστελλε γράμμα παρὰ Σἀνσιλχον τὸν ἕτερον ἡγεμόνα ἔνσπονδόν τέ οἱ ὄντα καὶ μισθοφόρον. ἐδήλου δὲ ἀττα τὸ γράμμα· „Εἰ μὲν ἐπιστάμενος τὰ παρὰ τῶν Κοτριγούρων ἐφ’ ἡμᾶς μεμελετημένα εἶτα ἑκὼν ἠρεμεῖς, θαυμἀσαιμι ἂν εἰκότως σοῦ μὲν τῆς ἀπιστίας, ἡμῶν δὲ αὐτῶν τοί μὴ τῆς σῆς γνώμης ὀρθότατα ἐστοχάσθαι, ἀλλὰ περὶ τὴν κρίσιν διαμαρτεῖν· εἰ δὲ οὔπω μεμαθηκὼς, συγγνωστέον μἐν, ἐπισεἰξης δὲ ἂν οὐκ ἄλλως τὴν ἐπὶ τοῦ φθάσαντος ἄγνοιαν, ἢ μόνῳ τῷ μὴ μετὰ ταῦτα μελλῆσαι. παραγεγόνασι γὰρ ἐν- θάδε, οὐ τοῦτο μέλον αὐτοῖς καὶ ἐσπουδασμένον, ὅτι μὴ ὡς ὁδοῦ πάρεργον, τὸ δεῖν λυμήνασθαι τὰ ἡμέτερα, ἀλλὰ διὰ τῶν ἔργων δηλώσοντες, ὅτι δὴ τοὺς μείζονάς τε καὶ ἀρἰστους παρέντες ἐξηπατήμεθα, τὸ ἐπὶ σοὶ πεποιθέναι προὔργου ποιούμενοι. οὐδὲ γὰρ ἀνεκτὸν εἶναι ἡγοῦνται, ἤν τις αὐτοὺς ἴσους τε καἰ ἀμφηρἰστους τοῖς Ούτιγὐροις ἀποκαλέσοι, οὐδὲ εἰ μετρἰῳ τινὶ ὑπερβάλλειν, μόλις δὲ εἴγε σφόδρα πολλῷ καὶ τοίνυν οὐκ ἀνῆκαν ἀνὰ τὴν Θρᾴκην ἀλώμενοι, πρὶν τὸ χρυσίον ἅπαν, ὁπόσον σοι ἀν’ ἔτος ἕκαστον μισθοῦ χάριν δωρεῖσθαι εἰώθαμεν, αὐτοὶ ἐκομίσαντο· καίτοι ῥᾴδιον ἦν ἡμῖν, ἢ ἄρδην ἅπαντας ἀποκτεῖναι, ἢ, τὸ γοῦν ἔλαττον, ἀπράκτους σφᾶς ἀποπέμψασθαι. ἐφήκαμεν δὲ ὅμως ἑκάτερα τῆς σῆς πειρώμενοι δόξης. εἰ μὲν γὰρ ὡς ἀληθῶς ἀνδρειότερος εἰ καὶ φρενήρης, καὶ οἶος μὴ ἐπιτρέπειν τοῖς τὰ σὰ σφετεριζομέωις, οὐδὲ νῦν ἔλαττον ἕξεις. πάρεστι γάρ σοι ἐν καιρῷ τὸ δυσμενὲς ἀμύνασθαι, καἰ τῇ μάχῃ κεκρατηκότι τοὺς οἰκείους μισθοὺς ἀπολαβεῖν, όσπερ δι’ αὐτῶν σοι ἀπεσταλμένους. εἰ δὲ καὶ τοιαῦτα πρὸς αὐτῶν ὑβρισμένος ἡσυχίαν ἄγειν ἐθέλεις, δεδιὼς, οἶμαιι καὶ τὴν αἰσχίστην ἑλόμενος ἀπραγμωύνην, σὺ μὲν ,co γεναῖε, ἀπόμισθος ἔση, ἐκείνοις δὲ σὺ μὲν, ὦ γνναῖε, ἀπόμισθος ἔσῃ, ἐκείνοις δὲ τὰ παρ᾿ ἡμῶν δεδωρήσθω· καὶ τολοιπὸς μέθες, εἰ δοκεῖ, τὸ φροόνημα, καὶ τοῖς κρείττοσν εἴκειν διδάσκου. εὖ γὰρ ἴσθι, ὦ φέριστε, ὡς καὶ τὰς συνθήεας μεταθετέον ἡμίν ἐπ’ αὐτοὺς, ἃς δὴ πρὸς σὲ καὶ τὸ σὸν θέμεθα γένος. ἀνόητον γὰρ καὶ ἄλλως τοῖι ἡττωμένοις συναδξεἴν, παρὸν τὸ κρατοῦν οἰκειώσασθαι.”