Ancient Greek · ~8 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 25-2
Not analysed yet
κε'. Ταῦτα ὁ Σάνδιχλος διὰ τῶν ἑρμηνέων ἀναλεξάμενος, εὐθὺς ἐχαλέπαινε καὶ ἐλύττα καὶ κατέχειν οὐ μάλα οἷός τε ἦν τὴν ὀργὴν ,ἀλλ’ αὐθημερων ἵετο τίσασθαι τοὺς Κοτριγουρους τῆς ἐς αὐτὸν παροίνιας πῶς δὲ οὐκ ἔμελλεν ῥᾳδιιως τοῖσδε τοῖς ῥήμασι διαταραχθῆναι ψυχὴ βάρβαρος καὶ αὐθάδης, καὶ ἀεὶ κερδῶν γλιχομένη; τοιγάρτοι κινήσας τὸν οἰκεῖον στρατὸν ,πρῶτα μὲν ἐμβάλλει ἀθρόον τοῖς τῶν πολεμίων χωρίοις· καταπλήξας τε τοὺς αὐτοῦ μεμενηκότας τῷ ἀπροσδοκήτῳ, γύναια πολλὰ καὶ παῖδας ἠνδραποδίσατο. ἔπειτα δὲ καὶ τοῖς ἐκ Θρᾴκης ἐπανερχομένοις ἄρτι τὸν Ἴστρον ποταμὸν διαπεραιωθεῖσιν ὑπαντιάζει ἐξαπιναῖα· καὶ πολλοὺςὅσους ἀποκτείνας, τὰ τε χρήματα αὐτοὺς το παρὰ βασιλέως καὶ ἅπασαν τὴν λείαν ἀφαιρεῖται. μόλις δὲ οἱ σεσωσμένοι ἐς τὰ σφέτερα ἤθη ἀπονοστήσαντες καὶ κατ’ οὐτὸ τοῖς ἄλλοις γενόμενοι, ἐς πόλεμον τοῖς ἐναντίοις καθίστανο· οὕτω τε ἐξ ἐκείνου ἐπιπλεῖστον ἑκάτεροι διετέλουν κατ’ ἀλλήλων τρεπόμενοι, καὶ τὴν δυσμένειαν ἐμπεδοῦντες. νῦν μὲν γὰρ ἐφόδους καὶ λεηλασίας ἐποιήσαντο, νῦν δὲ ἐς ἐμφανῆ μάχην παρπάττοντο ,ἕως ἑκατέρωθεν αἱ δυνάμεις διαῤῥυεῖσοι ἀνάστατοι ανρδην γεγένηνται, ὡς καὶ αὐτὴν δήπου τὴν πάτρον ἐπωνυμίαν ἀποβεβληκέναι. ἐς τοῦτο γὰρ συμφορᾶς τάδε ὰ Οὐννικὰ ἔθνη ἔξώκειλεν, ὡς εἴπερ ἄρα τι αὐτῶν καὶ μεμέναεν μέρος, σποράδην ἑτέροις δουλεύειν, καὶ ἐς τὸ ἐκείνων ὀομα μεταβεβλῆσθαι. οὕτω δή τι αὐτοὺς ἐνεργότατα μετῆλθοναἱ ποιναὶ τῶν προτέρων ἀσεβημάτων. ἀλλ’ ἡ μὲν παντελὴς οῖνλὸε τοῖν γενοῖν ἀνατροπὴ καὶ κατάλυσις χρόνῳ ὕστερον ξυννγέχθη, καί μοι εἰρήσεται ἕκα- στᾶ προσηκὀντως ἁρμοζομένῳ ὡς οἷον τε τῇ τῶν χρόνων ὀμολογἰᾳ. τῆς δὲ στάσεως ἔτι ἀκμαζούσης καὶ κατὰ τὸ Βυζἀντιον ἀπαγγελλομένης, τότε δὴ ἅπασιν ἀνωμολόγητο καὶ διαδηλοΓτἀτη ἐδείκνυτο ἡ τοῦ βασιλέως προμήθεια καὶ εὐβουλία, ὅτι δὴ τῶν βαρβάρων ὑπὸ σφῶν διαφθειρομένων, αὐτὸς ὅπλα μὴ κινῶν πάντως ἐνίκα τῇ γνώμῃ ἐφ’ ἑκατέρᾳ ῥοπῇ τοῦ πολἐμου, καὶ ἀπἠλαυε τῆς ἐλπίδος. ἐπειδὴ γὰρ ἐμόχθουν ἑκάστοτε τοῖς οἶκοι δεινοῖς ἐνησχολημἐνοι, οὐκέτι κατὰ Ῥωμαἰων χωρεῖν διενοοῦντο· ἀλλὰ καὶ ὅποι γῆς ἐτὐγχονον ὄντες, τοῖς πλείστοις ἠγνὀγντο.