Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 25
Not analysed yet
κε'. Τοιγάρτοι βέλη ἐφέρετο ἅμα συχνὰ, καὶ εἶτα ἕτερα καὶ ἄλλα ἔπὶ τούτοις· ἅπαντά τε τὸν μεταξὺ ἀέρα ἐπεκάλυ- πτον τῇ συνεχείᾳ, ὥσπερ ἀλλήλοις ξυμπεφυκότα. εἴκασεν ἄν τις τὸ χρῆμα νιφετῷ μεγάλῳ, ἢ χαλάζῃ πολλῇ ξὺν βιαίῳ πνεύματι καταῤῥαγείσῃ. ἄλλοι δὲ τάς τε μηχανὰς ἐκίνουν, καὶ βέλη πυρφόρα ἠκόντιζον ,ἔς τε τοὺς καλουμένους σπαλίωνας ὑπεισδυόμενοι, πελέκεσι κατὰ τοῦ τείχους ἐπεφέροντο, ὡς ξύλινόν τε ὂν, καὶ ταύτῃ ῥᾳδίως διατεμνόμενον. οἱ δὲ τὸ δάπεδον διορύττειν ἐπειρῶντο, καὶ τῆς πρώτης βάσεως ἐφικνεῖσθαι, οὕτω τε ἀνατρέπειν καὶ διασπαράττειν τὸ ξυμπεπηγὸς καὶ ἐνηρμοσμένον. ἀλλὰ γὰρ καὶ οἱ ῾Ρωμαῖοι, ἔς τε τοὺς πύργους καὶ τὰς ἐπάλξεις ἑστῶτες, ἀντεῖχον ξὺν προθυμίᾳ καὶ ἀπεμάχοντο, ὕσπερ τῇ πείρᾳ δεικνύναι βουλόμενοι τὸ μὴ χρῆναι αὐτοῖς ἑτέραν δύναμιν προσγενέσθαι. ἥ τε τοῦ Μαρτίνου ἀπάτη ἐν αὐτῷ δὴ τῷ ἔργῳ διεφάνη, ὡς χρήσιμός τε ἦν καὶ ἐνεργοτάτη. ἅπαντες γὰρ ἀφειδῶς διεπονοῦντο, οὐδένα ὅν- τινα τρόπον ἀμυντήριον μεθιέντες. δόρατα μὲν γὰρ πολλὰ ἐκ τοῦ μετεώρου ἀκοντιζόμενα τοὺς πολεμίους ἐτίτρωσκεν ,ἅτε δὴ πλήθει γυμνῷ ἐρυμάτων προσπίπτοντα ,καὶ οὐδὲ ἐνὸν ἑτέρωθι φέρεσθαι· λίθοῖ δὲ ἁμαξιαῖοι κατὰ τῶν σπαλιώνων ἐῤῥίπτοντο, τὰ πλέγματα καταγνύντες. μείονές τε ἄλλοι διασφενδονώμενοι τὰ κράνη τῶν Μηδῶν καὶ τὰς ἀσπίδας κατέθραυον, πελάζειν τε αὐτοῖς ἐν χρῷ τῷ τείχει οὐ μάλα ἐφίεσαν ,βιαιότερον ἐνοχλοῦντες. τῶν δὲ ταῖς ἀκάτοις, ᾗπέρ μοι ἤδη ἐῤῥήθν, ἐφεστηκότων ,οἱ μὲν τόξοις χρώμενοι πλείστους ἐσίνοντο ,ἅτε ἄνωθεν βάλλοντες ,οἱ δὲ τῶν μηχανῶν δαημονέστατα ἥπτοντο, τά τε ὑπόπτερα ἐκεῖνα τὰ καὶ ἐς τοῦτο ἐσκευασμένα δοράτια, πολλῇ ξὺν ἀνάγκῃ ἐκτινασσόμενα ,ἐπιπλεῖστον ἐφέρετο, ὡς καὶ πολλοὺς τῶν βαρβάρων, πόῤῥωθεν ἐτι ἐπερχομένους, ἐκ τοῦ ἀφανοῦς αὐτοῖς ἵπποις διαπερονᾶσθαι, καὶ καταπίτειν ἐξαπιναίως. βοή τε ἐπιμέγα ἐπῆρτο ,καὶ σάλπιγγες ἑκατέρωθεν πολεμιστήριόν τι μέλος ἐπῇδον. οἱ δὲ Πέρσαι καὶ τοῖς τυμπάνοις ἐβόμβουν, καὶ σφοδρότερον ἐπηλάλαζον ἐκπλήξεως ἕνεκα, ὅ τε τῶν ἵππων χρεμπισμὸς καὶ τῶν ἀσπίδων ὁ πάταγος καὶ αἱ τῶλ θωράκων συντρίψεις παμμιγῆ τινα καὶ ἄγριον ἀνέπλεκον ἦχον. ἐν τούτῳ δὲ Ἰουστίνῳ τῷ Γερμανοῦ ἐκ τοῦ νεῶ ἐπανιόντι ξυναίσθησις γίγνεται τῶν δρωμένων τῇ τε ταραχῇ καὶ τῷ κτύπῳ. καὶ αὐτίκα τοὺς ἀμφ᾿ αὐτὸν ἱππότας συστρέψας, καὶ ἐς τάξιν τινὰ ἐν κόσμῳ καταστησάμενος, τά τε σημεῖα ἐς ὕψος ἀρθςναι ἐκέλευε ,καὶ ἅπαντας ἔχεσθαι ἔργου, γιγνώσκοντας ὡς οὐκ ἀθεεὶ ἔτυχον τοῦ ἄστεος ἔξεληλυθότες, ἀλλ᾿ ἐφ᾿ ᾦ δεδίξασθαι τοὺς πολεμίους τῷ ἀπροσδοκήτῳ, καὶ ἀπελάσαι τῆς πολιορκίας. ὡς δὶ βραχύ τι προελθόντες κατειῖδον τοὺς Πέρσας ἐγκειμένους τῷ περιβόλῳ ,τότε δὴ ἀθρόον ἐμβοήσαντες, ἐμβάλλουσι τῷ μέρει τῷ πρὸς τῇ θαλάττῃ παρατεταμένῳ· ἐνθένδε γὰρ καὶ ἐτύγχανον ἀφιγμένοι. καὶ ἐτύγχανον ἀφιγμένοι. καὶ αὐτίκα οἱ μὲν κοντοῖς, οἱ δὲ σαρίσσαις, οἱ δὲ καὶ ξίφεσι παίοντες, τὸ παρεμπῖπτον διέφθειρον· βιαιοτέρας τε τὰς ἐπελάσεις ἀνὰ τὰς στίχας τῶν ἐναντίων ποιούμενοι, κὼ ταῖς ἀσπίσιν ἐξωθοῦντες, παρεῤῥήγνυσαν τὸ ξυνεχὲς καὶ συντεταγμένον.