Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 25.1-2
Not analysed yet
κε'. Τούτου δὲ θᾶττον διαφθαρέντος, Ναρσῆς εὐθὺς τὴν βασιλείαν ἐνιαυτοῖς μὲν ἑπτὰ, μησὶ δὲ πέντε μετῆλθε. διαδέχεται δὲ τὴν ἀρχὴν Ὁρμισδάτης ὁ παῖς, καὶ κληρονομεῖ τοῦ πατρὸς οὐ μόνον τοῦ κράτους, ἀλλὰ καὶ τῆς τοῦ χρόνου ἰσοῤἑοπίας. καὶ γὰρ θαυμάσειεν ἄν τις, ὅτι δὴ ἐκατέρῳ ἒτεσί τε καὶ μησὶ τοῖς αὐτοῖς τὰ τῆς ἀρχῆς ἐπιμελέστατα ἐμετρήθη. ἀλλὰ Σαβὼρ μετὰ τούτους ἐπὶ Πλεῖστον ὅσον καὶ μήκιστον χρόνον ἀπώνατο τῆς βασιλείας, τοσούτοις ἔτεσι κρατήσας, ὁπόσοις καὶ διεβίω. ἔτι γὰρ αὐτὸν κυούσης τῆς μητρὸς, ἡ μὲν τοῦ βασιλείου γένους διαδοχὴ ἐκάλει πρὸς τὴν ἀρχὴν τὸ τεχθησόμενον. ἦν δὲ τὰ τῶν ὠδίνων ἀμφίβολα ἐς ὁποίαν γονὴν ἂν ἀποβαῖεν. τοιγάρτοι ἅπαντες οἱ ἐν τέλει ἆθλα προὐτίθεσαν καὶ γέρα τοῖς μάγοις ἐπὶ τῇ προαγορεύσει τῶν ἐσομένων· καἰ τοίνυν ἦγον ἐς μέσον κύουσαν ἵππον, καὶ ὡς πλησιαίτατα πὸοεθοῦσαν τοῦ τόκου, ἐκέλευόν τε αὐτοὺς ἐπ᾿ αὐτῇ πρώτῃ μαντευιεσθαι, ἅπερ ᾤοντο ξυνενεχθῆναι. οὕτω γὰρ ὀλιγ́αις ὅστε- ρον ἡμέραις γνώσεσθαι ἡγοῦντο τὴν πρόρρησιν ἐς ὅ, τι χωρήσει, ταύτῃ τε εἰκάζειν παραπλησίως ἐκβήσεσθαι καὶ ὁπόσα σφισιν ἐπὶ τῇ ἀνθρώπῳ προαγορευθείη. ἃ μὲν οὖν αὐτοῖς ἐπὶ τῇ ἵππῳ μεμάντευται, οὐκ ἔχω σαφῶς ἀποφήνασθαι· οὐ γάρ μοι τὸ ἀκριβὲς τούτου γε πέρι ἀπήγγελται· πλὴν ἀλλ᾿ οὕτω ἕκαστα προὔβη, ὅπως ἐκείνοις ἐτύγχανεν εἰρημένα. γνόντες δὲ ἐνθένδε οἱ ἄλλοι, ὡς ἄγαν τοῖς μάγοις διηκρίβωτο τὰ τῆς τέχνης, προὔτρεπον καὶ ἐπὶ τῷ γυναίῳ, ἅττα ἔσεσθαι γνοῖεν, διεξιέναι. τῶν δὲ φησάντων ἄῤῥενα παῖδα τεχθήσεσθαι, οὐκ ἔτι ἐμέλλησαν, ἀλλὰ τῇ γαστρὶ περιθέντες τὴν κίδαριν, ἀνεῖπον βασιλέα τὸ ἔμβρυον· ὀνόματι τε ἀπέκριναν τὸ ἄρτι ἐκτυπωθὲν καὶ διωργανωμένον, ἐς ὅσον, οἶμαι, διᾴττειν ἔνδον ἠρέμα καὶ ὑποπάλλεσθαι. οὕτω δὲ τὸ ἀφανὲς τῇ φύσει καὶ ἄδηλον ἐς τὸ βέβαιόν τε καὶ ἀνωμοληημένον τῇ δοκήσει μεταλαβόντες, ὅμως οὐ διήμαρτον τῆς ἐλπίδος, ἀλλὰ καὶ λίαν ἔτυχον τοῦ σκοποῦ, πολλῷ πλέον τῶν δοκηθέντων. τίκτεται γὰρ οὐκ ἐς μακρὰν ὁ Σαβώρης σὺν τῇ βασιλείᾳ, ἐννεάζει τε αὐτῇ καὶ ἐγγηράσκει, εἰς ἑβδομήκοντα αὐτῷ ἔτη διανυσθέντος τοῦ βίου. κατὰ δὲ τὸν τέταρτόν τε καὶ εἰκοστὸν τῆς τοῦδε ἀρχῆς ἐνιαυτὸν Νίσιβις ἡ πόλις ὑπὸ Πέρσας γεγένηται, 'Ρωμαιων μὲν πάλαι οὖσα κατήκοος, Ἰοβιανοῦ δὲ τοῦ σφῶν βασιλέως παραδόντος καὶ προεμένου. ἐν αὐτοῖς γὰρ δήπου τοῖς ἐνδοτέρω χωρίοις τῆς Περσικῆς ἐπικρατείας Ἰουλιανοῦ τοῦ προτέρου 'Ρωμαίων αὐτοκράτορος ἀθρόον διαφθαρέντος, αὐτὸς ἀναγορεύπαι ὑπό τε τῶν στρατηγῶν καὶ τῶν στρατευμάτων καὶ τοῦ ἄλλου ὁμιλον. ἅτε δὲ τῆς ἀρχῆς αὐτῷ ἄρτι καθισταμένης, καὶ τῶν πραγμάτων, ὥσπερ εἰκὸς, ταραττομένων, καὶ ταῦτα ἐν μέσῃ τῇ πολέμίᾳ, οὐχ οἷός τε ἦν τὰ παρόντα ἐν τῷ δέοντι σχολαίτερον διαθεῖναι. τοιγάρτοι ἀπαλλαξείων τῆς ἐν ὀθνείᾳ καὶ δυσμενεῖ χώρᾳ διαίτης, καὶ μόνης τυχεῖν τῆς ἐς τὰ οἰκεῖα ἐπανόδου θᾶττον ἱέμενος, ξυνθήκας τίθεται ἀγεννεῖς καὶ ἀσχήμονας, καὶ ὁποίας μέχρι καὶ νῦν τῇ 'Ρωμαίων λυμαίνεσθαι πολιτειᾴ, περιστέλλων ἐς τὰ ὀπίσω καινοῖς ὁρίοις, καὶ ὑποτεμνόμενος τῆς οἰκείας ἀρχῆς τὸ περαιτέρω ἐκβαῖνον. τὰ μὲν οὖν κα᾿ ἐκεῖνο τοῦ καιροῦ ξυνενεχθέντα πολλοῖς ἤδη τῶν προτέρων ξυυῳαφέων ἱστόρηται· ἐμοὶ δὲ οὐ περὶ ταῦτα ἐνδιατρίβειν σχολὴ, ἀλλὰ τοῦ προτέρου λόγου ἑκτέον.