Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 26-3
Not analysed yet
κς΄. Μετὰ γὰρ Σαβώὸην Ἀρταξὴρ ἀδελφὸς ὢν αὐτῷ, καὶ μετασχὼν τῆς βασιλείας, τεττάρων ἐτῶν χρόνον κατ᾿ αὐτὴν ἀπεβίω. ὁ δὲ υἱὸς ὁ τούτου, Σαβὼρ δὲ καὶ αὐτὸς ἐπεκέκλητο, ἐν ἔτεσι πέντε τὸ οἰκεῖον ἠρίθμησε κρότος· ἐν διπλασίοσι δὲ τούτων καὶ πρός γε ἑνὶ ἑτέρῳ ἐνιαυτῷ Οὐαραράνης ὁ παις, ὃς δὴ καὶ Κερμασαὰ ὠνομάξετο. τῶν δὲ τοιούτων ἐπικλήσεων ἡ αἰτία ἤδη μοι εἴρηται. καὶ γὰρ κέρμα ἔθνους τυχὸν ἢ χώρας ὑπῆρχεν ἐπωνυμία· δὲ τῷ πατρὶ τοῦ Οὐαραράνου δεδουλωμένης, εἰκότως ὁ παῖς τὴν ἐπωνυμίαν ἐχτήσατο, καδάπου πρότερον καὶ παρὰ Ρωμαίοις ὁ μὶν Ἀφρικανὸς τυχὸν, ὁ δὲ Γερμανικὸς, ὁ δὲ ἐξ ἄλλου του γένους νενικημένου ἐπεκλήθη. ἐπὶ τούτοις Ἰσδιγέρδης ὁ Σαβώρου τὴν Περσικὴν ἡγεμονίαν παραλαμβάνει, ὁ πολὺς παρὰ Ρωμαίοις καὶ περιλάλητος. φασι γὰρ Ἀρκάδιον τὸν βασιλέα πρὸς τῷ θανάτῳ γεγενημένον, καὶ τὰ μετ’ αὐτὸν, ὣσπη τοῖς ἀνδρὠποις νενόμισται, διατάττοντα, τούτῳ δὴ φύλακι χρήσασθαι, καὶ κηδεμόνι ἰπὶ τε τῷ παιδὶ Θεοδοσίῳ καὶ πάσῃ τῇ Ῥωμαϊκῇ καταστάσει. ᾂδεται γὰρ οὗτος ὁ λόγος ἐπιπλεῖστον ἐν ἡμῖν ἐκ παλαιοῦ τῇ μνήμη παραδοθεὶς τοῖς ἐφεξῆς, κὼ μέχρι νῦν παρά τε τοῖς λογίμοις καὶ τῷ δήμῳ περιαγόμενος· γραγῇ δέ τινι καὶ λόγοις ἱστορικοῖς οὐκ οἶδα εὑρὼν τοῦτο φερόμενον, οὐδὲ παρ’ οἷς τυχὸν τὰ τῆς Ἀρκαδίου τελευτῆς ἀπεμνημόνευται, ὅτι μὴ μόνον ἐν τοῖς Προκοπίῳ τῷ ῥήτορι συγγεγραμμένοις. νοις. καὶ οὐδὲν, οἶμαι, θαυμαστὸν, ἐκεῖνον μὶν ὡς πλεῖστα καὶ πᾶσαν, ὡς εἰπεῖν, ἱστορίαν ἀναλεξάμενον, καὶ τήνδε παραλαβεῖν τὴν ἀφήγησιν ἐτέρῳ πρότερον ἐκπεπονημένην, ἐμὲ δὲ αὐτὴν μηδαμῶς ἔτι ἑλεῖν ἐλάχιστα εἰδότα, εἴγε ἄρα δὴ καὶ ἐλάχιστα. ἀλλ᾿ ἐκεῖνο καὶ μάλα θαύματος ἄξιον εἶναι ἡγοῦμαι, ὅτι διεξιὼν τὰ περὶ τούτων, οὐχ ἁπλῶς οὕτω τὰ ἐγνωσμένα διέξεισιν, ἀλλ᾿ ἐπαινεῖ τὸν Ἀρκάδιον καὶ ἀποσεμνύνει, ὡς ἀρίστῃ χρησάμενον εὐβουλίᾳ. φησι γὰρ αὐτòν οὐ λίαν ἀγχίνουν εἶναι τὰ ἄλλα πεφυκότα, ἐν τούτῳ δὴ μόνῳ φρενήρη τε καὶ προμηθέστατον ἀποδεδεῖχθαι. ἐμοὶ δὲ δοκεῖ ὁ τοῦτο ἀγάμενος οὐ τῇ πρώτῃ ὁρμῇ τοῦ βουλεύματος τὸ εὔλογov κρίνειν, ἀλλὰ τῷ ὕπερον ἀποβεβηκότι. ἐπεὶ πῶς ἂν εἶχεν καλῶς ἀνδρὶ ὀθνείῳ καὶ βαρβάρῳ, καὶ γένους ἄρχοντι πολεμιωτάτου, καὶ ὅπως αὐτῷ μετῆν πίστεως τε καὶ δικαιοσύνης ἠγνοημένῳ, καὶ πρός γε τὰ ἐς θεὸν πεπλανημένῳ καὶ ἀλλογνώμονι, τὰ φίλτατα παὸαδοῦναι; εἰ δὲ μηδὲν ὁτιοῦν ἐπὶ τῷ βρέφει ἡμάρτητατ, ἀλλὰ μεμένηκεν ἡ τούτου βασίλεια βεβαιότατα πρὸς τοῦ κηδεμόνος φυλαττομένη, καὶ ταῦτα ἔτι ὑπὸ μαζῷ τιθηνουμένου ,ἐκεῖνον ἂν μᾶλλον ἐπαινετέον τῆς εὐπωμοσύνῆς, ἢ Ἀρκάδιον τοῦ ἐγχειρήματος. τούτων μὶν οὖν ἕνεκεν, ὥσπη ἕκαστος γνώμης τε καὶ ἀκριβείας ἔχοι, ὧδε κρινέτω. ὁ δὲ Ἰσδιγέρδης εἴκοσι πρὸς τῷ ἑνὶ βασιλεύσας ἐνιαυτοὺς, οὐδένα πώποτε κατὰ 'Ρωμαιων ἤρατο πόλεμον, οὐδὲ ἄλλο τι κατ᾿ αὐτῶν ἄχαρι ἔδρασεν· ἀλλὰ μεμένηκεν ἐσαεὶ εὔνους τε ὢν καὶ εἰρηναῖος, εἴτε οὕτω συμβὰν, εἴτε καὶ ὡς ἀληθῶς φειδοῖ τοῦ παιδὸς, καὶ τῶν τῆς κηδεμονίας νομίμων.