Ancient Greek · ~7 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 26
Not analysed yet
κς'. Ἑβδομήκοντα δὲ ἐτῶν ἤδη ἐπὶ διακοσίοις παρῳχηκό- τῶν ἀπὸ Ἀρσάκου τοῦ προτέρου ἐς Ἀρτάβανον τὸν ἔσχατον βασιλέα, ἡνίκα τὰ ‘Ρωμαίων πράγματα ὑπὸ Ἀλεξάνδρῳ τῷ Μαμαίας παιδὶ ἐτετάχατο, κατ’ ἐκεῖνο δὴ τοῦ καιροῦ τὸ Χοσ- ῥόου τοῦ καθ’ ἡμᾶς βασιλεύειν ἤρξατο γένος, ἡ τε μέχρι καὶ νῦν παρὰ πέρσαις κατέχουσα πολιτεία ἐν τῷ τότε ἀρχὴν εἴληφε καὶ οἶον κατάστασιν πρώτην. Ἀρταξάρης γάρ τις τοὔνομα, Πέρσης ἀνὴρ, ἄδοξος μὲν τὰ πρῶτα καὶ ἀφανέστατος, ἄλλως δὲ μεγαλουργὸς καὶ δραστήριος, καὶ δεινὸς κινῆσαι τὰ καθεστῶτα, ξυνωμότας ἄγειρας καὶ ἐπιθέμενος, Ἀρτάβανον μὲν ἀναιρεῖ τὸν βασιλέα, ἑαυτῷ δὲ Περιθείς τὴν κίδαριν, καὶ τὴν Παρθικὴν δύναμιν καταλύσας, αὖθις τοῖς πέρσαις τὴν ἀνενεώσατο βασιλείαν. ἦν δέ γε οὗτος τῇ μαγικῇ κάτοχος ἱερουργίᾳ καὶ αὐτουργὸς τῶν ἀπορρήτων. ταῦτά τοι καὶ τὸ μαγικὸν φῦλον ἐγκρατὲς ἐξ ἐκείνου γέγονε καὶ ἀγέρωχον, ὂν μὲν ἤδη καὶ πρότερον, καὶ ἐκ παλαιοῦ τήνδε τὴν ἐπίκλησιν αποσωζον, οὔπω δὲ ἐς τοῦτο τίμης τε καὶ παρρησίας ἠρμένον, ἀλλ’ ὁποῖον ὑπὸ τῶν ἐν τέλει ἐστιν ᾖ καὶ περιορᾶσθαι δῆλον δέ· οὐ γὰρ ἂν οἱ ἀμφὶ Δαρεῖον Πέρσαι, Σμέρδιος πάλαι τοῦ μάγου μετὰ Καμβύσην τὸν Κύρου τὴν βασίλειαν ὑποσυλήσαντος, συμφορὰν ἐποιοῦντο τὸ γεγενημένον, καὶ αὐτόν τε τὸν Σμ́ρ- διν ἀπέκτειναν, καὶ πολλοὺς τῶν ὅσοι ὁμογνώμονες ἐκείνῳ ἐτύγχανον ὄντες, ὡς οὐκ ἐξὸν τοῖς μάγοις τῷ βασιλείῳ θώκῳ ἐνωραΐζεσθαι καὶ ἱζάνειν. οὕτω δὲ αὐτοῖς οὐ μιαροὶ ἔδοξαν εἶναι οἱ φόνοι, μᾶλλον μὶν οὖν καί μείζονος ἄξιοι μνημης, ὥστε ἀμέλει τὴν στάσιν ἐκείνην Μαγοφόνια ἑορτὴν ὀνομασθῆναι, νᾶι, καὶ θυσίας ἐπιτελεῖσθαι χαριστηρίους. νῦν δὲ τιμῶσιν αὐτοὺς ἅπαντες καὶ ὑπεράγανται, καὶ τά τε κοινὰ ταῖς τούτων βουλαῖς καὶ προαγορεύσεσι διατάττεται, καί ἴδιᾴ ἑκάστῳ τῶν συμβαλλόντων, ἢ δίκην λαγχάνοντι, ἐφίστανται διασκοποῦντες τὰ ποιούμενα, καὶ ἐπικρίνοντες, καὶ οὐδὲν ὁτιοῦν παρὰ Πέρσαις δόξειεν ἂν ἔννομον τε εἶναι καὶ δίκαιον, ὅγε μὴ ὑπὸ μά γου ἐμπεδωθείη.