Ancient Greek · ~10 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 27
Not analysed yet
κζ΄. Λέγεται δὲ τὴν τοῦ Ἀρταξάρου μητέρα Παβέγ̣ῳ ξυνῳκηκέναι, παντάπασι μὲν ἀσημοτάτῳ καὶ σκυτοτόμῳ τὴν τέχνην, τῆς δὲ τῶν ἀστέρων πορείας δαημονεστάτῳ, καὶ οἵῳ C ῥᾳδίως τὰ ἐσόμενα διασκοπεῖσθαι· ἄνδρα δὲ στρατιώτην Σάσανον ὄνομα, διὰ τῆς Καδουσαίων, οὕτω ξυνενεχθὲν, πορευόμενον χώρας, ἐπιξενωθῆναί τε τῷ Παβέκῳ, καὶ ἐς τὸ ἐκείνου δωμάτιον καταχθῆναι· τὸν δὲ ὁτῳδηοῦν τρόπῳ, ἅτε, οἶμαι, μάντιν, ἐπιγνόντα ὡς ἡ τοῦ ξένου γονὴ ἀρίστη τε ἔσται καὶ ἀρίδηλος, καὶ ἐπὶ μέγα εὐδαιμονίας χωρήσει, ἀλύειν μὲν καὶ ὀλοφύρεσθαι, ὅτι δὴ αὐτῷ οὔτε θυγάτηρ ὑπῆν, οὔτε ἀδελφὴ, οὐμενοῦν οὐδὲ ἄλλο τι γύναιον ὡς ἐγγύτατα ξυνημμένον. τέλος δὲ ξυγκατακλῖναί οἱ τὴν γαμετὴν ναὶ τῆς εὐνῆς ἐπιχωρῆσαι, ὑπεριδόντα μάλα γενναίως τοῦ αἴσχους, καὶ τῆς παραυτίκα λώβης τε καὶ ἀτιμίας τὴν μέλλουσαν τύχην ἀνταλλαξάμενον. οὕτω τε φύντα τὸν Ἀρταξάρην, τραφῆναι μὲν ὑπὸ τῷ Παβέκῳ· ἐπεὶ δὲ νεανίας γενόμενος καρτερώτατα τὴν βασιλειᾶν κατέσχεν, ἔριν εὐθὺς καὶ νεῖκος ἐξαίσιον ἀναφανδὸν Σασάνῳ τε καὶ Παβέκῳ ἀναῤῥαγῆναι. ἑκάτερον γὰρ ἐθέλειν πρὸς αὐτοῦ τὸν παῖδα ἐπονομάζεσθαι. μόλις δὲ ἄμφω ξυμβῆναι, ἐφ’ ᾡ δῆτα υἱὸν μὲν αὐτὸν Παβέκου καλεῖσθαι, ἐκ σπέρματος δὲ ὅμως Σασάνου τεχθέντα. οὕτω μὲν τὸν Ἀρταξάρην γενεαλογοῦντες γοῦντες οἱ Πέρσαι, ἀληθῆ ταῦτά φασι καθεστάναι, ὡς καὶ ἐν ταῖς βασιλείοις διφθέραις ἀναγεγραμμένα ἐγὼ δὲ ἁπάντων τῶν ἐφεξῆς ἀπογόνων, ὅσοι δὴ τὴν ἀρχὴν διεδέξαντο, τά τε ὀνόματα μάτα ὀλίγῳ ὕστερον φράσω, καὶ πρός γε ὁπόσον ἕκαστος ἐκράτησεν χρόνον· καίτοι ἅπασι τοῖς μέχρι νῦν χρονογράφοις παρεῖται, καὶ οὐ περιπλείστου γεγένηται τὰ τοιαῦτα διερευ- νήσασθαι ἀλλὰ τοὺς μὲν Ῥωμαίων βασιλεῖς ἀπὸ Ῥωμύλου τυχὸν, καὶ ἔτι πρότερον ἀπὸ Αἰνείου τοῦ Ἀγχίσου ἀρχόμενοι, μέχρις Ἀναστασίου τε καὶ Ἰουστίνου τοῦ πρεσβυτέρου ἀπαρι- θμοῦνται· τοὺς δὲ παρὰ Πέρσαις φημὶ δὲ τούτους ἐκείνους, ὁπόσοι δὴ μετὰ τὴν Παρθυαίων κατάλυσιν ἔτυχον βεβασιλευ- κότες,) οὐκ ἔτι ὁμοίως ἀντιτιθέντες τοὺς χρόνους διευκρινήσαντο, δέον οὕτω ποιεῖν. ἐμοὶ δὲ τὸ ἀκριβὲς καὶ τούτων πέρι ἀναλέλεκται ἐκ τῶν παρὰ σφισιν ἐγγεγραμμένων, καὶ οἶμαι τῇ παρούσῃ ξυγγραφῆ μάλα προσήκειν ἁπάντων ἐπιμνησθῆναι· καί τοίνυν προι· ὼν ἐπιμνήσομαι, ἥνικα ἂν δεῖν οἰηθείην, εἰ καὶ ὀνομάτων πολλῶν καὶ τούτων βαρβαρικῶν οὕτω δή τι ψιλῶς καταλόγους ποιεῖσθαι δεήσει, καὶ ταῦτα ἐνίων οὐδενóτι ἀξιαφήγητον εἰργασμένων· τοσοῦτον δὲ μόνον πρὸς τὸ παρὸν εἴποιμι ἂν τοῦ σαφοῦς γε ἕκατι καὶ ἐς πλεῖστα χρησίμου, ῶς ἐννέα τε κὼ δέκα καὶ πρός γε τριακόσιοι ἐνιαυτοὶ τελευτῶσιν ἐς τὸ πέμπτον τε καὶ εἰκοστὸν ἔτος τῆς Χοσρόου τούτου βασιλείας. καθ’ ὅν δὴ χρόνον οἵ τε ἐν τῇ Κολχίδι χώρᾳ πόλεμοι διεφέροντο, καἰ τὸν Μερμερόην ἀποβιῶναι ξυνηνέχθη. διήνυστο δὲ ἄρα ἐν τῷ τότε, Ἰουστινιανῷ βασιλεῖ ὀκτώ τε καὶ εἴ- κσοιν ἔτη Ῥωμαίων κρατοῦντι.