Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 28.1
Not analysed yet
κή. Οἱ δὲ Ῥωμαῖοι ἐκ τῆς διώξεως ἐπανελθόντες, τούς τε σπαλίωνας ἐνέπρησαν, καὶ ὁπόσα ἄλλα Περσικὰ μηχανήματα ἀμφὶ τὸ τεῖχος ἐλέλειπτο. ἐντεῦθεν δὲ φλογὸς μεγάλης ἀρθείσης, οἱ τὴν ὕλη κατατέμνοντες ὑπηρέται τῶν Περσῶν καὶ ἀχθοφόροι, ἰδόντες πόρρωθεν καπνὸν εἰς ὕψος ἀνέρποντα, καὶ ἐπὶ πολὺ τοῦ ἀέρος ἀνελιττόμενον, αὐτίκα οἱ δείλαιοι ἐπὶ τὸ ἄστυ ἐχώρουν, οἰηθέντες, ὡς που τῷ Ναχοραγὰν πρότερον ἐκεκόμπαστο, τὸν περίβολον πυρπολεῖσθαι. τοιγάρτοι ξὺν πολλῷ τῷ δρόμῳ ἐφέροντο, δεδιότες, οἶμαι, μὴ σφᾶς παραδράμοι ὁ τοῦ ἔργου καιρὸς, καὶ ἅπαντα τεφρωθείη, πρὶν δὴ αὐτοὺς ἀφικέσθαι. ἅμιλλά τε ἦν αὐτοῖς ὑπὲρ τοῦ τάχους, οὐκ ἐπισταμένοις ὡς τῷ νικῶντι συμβήσεται πρώτῳ τεθνάναι. ἅπαντες γὰρ ἀμοιβαδὸν ὑπὸ τῶν Ῥωμαίων ἁλισκόμενοι, κατεκτεινοντο, ὥσπερ τοῦδέ γε ἕνεκα μόνου παραγιγνόμενοι. ἀπολώλασι τοιγαροῦν οὐ πολλῷ ἐλάσσους τῶν δισχιλίων. τοσούτοις ἀνδράσιν ἐργοπόνοις, καὶ τὰ πολέμια ἥκιστα μεμελετηκόσιν, ἐς τε παράταξιν οὐπώποτε ἀφιγμένοις, αὐτομάτου τινòς καὶ παραλόγου ὀλέθρου ὁ Ναχοραγὰν αἰτιώτατος γέγονεν, ἀνόητα παρακελευσάμενος. οὕτως ἄρα ἡ ἀλαζονεία οὐ μόνον αὐτοὺς σίνεται τοὺς κεκτημένους, ἀλλὰ γὰρ καὶ οὑς ἂν ἐκεινοις ὑπηρετεῖν συμβαίη καὶ πείθεσθαι. τούτων δὲ ὧδε ξυνενεχθέντων, οἱ μὲν Ῥωμαῖοι εὐέλπιδες ὑπῆρχον ἐς τὰ μάλιστά, ὡς καὶ αὖθις ῥᾳδίως περιεσόμενοι εἴγε ἄρα καὶ ἀναμαχεῖσθαι οἱ βάρβαροι πειραθεῖεν. ὅσοι δὲ αὐτῶν ἐν τῇ μάχῃ ἐτεθνήκεσαν, (ἦσαν δὲ οὐ πλείους ἢ διακόσιοι,) τούτους δὴ εὐπρεπέστατα ἔθαψαν, ὑπεραγάμενοι τῆς προθῳμιας, ὡς ἄνδρας ἀγαθοὺς ἀποδεδειγμένους τοὺς δὲ τῶν πολεμίων νεκροὺς σκυλεύσαντες, ὅπλων τε ἄφθονον πλῆθος καὶ ἄλλων χρημάτων, περιεβάλοντο. οὐ γὰρ μόνον ἀσπίδας καὶ θώρακας τυχὸν καὶ γωρυτοὺς βελῶν ἔνιοι τῶν κειμένων ἐπεφέροντο, ἀλλὰ πρε- πτοὺς παγχρύσους καὶ περιδέραια καὶ ἐλλόβια, καὶ ἄλλα ἄττα τοιάδε θηλυπρεπῆ ποικίλματα καὶ περίεργα, ὁποίοις ὁποίοις οἱ ἐντιμότεροι τῶν Μηδῶν ἐναγλαίζονται, τοῦ μᾶλλον εἶναι ἠρίδηλοι καὶ τοῦ ἄλλου ὁμίλου ἀποκεκρίσθαι. ὁ δὲ Ναχοραγὰν, ἐπειδὴ αὐτὸν τά τε ἐπιτήδεια ἐλελοίπει, καὶ ἤδη χειμῶνος ὥρα ἐπεγίγνετο, ἐῴκει μὲν αὖθις πολεμησείοντι, καὶ ἐς τόδε συσκευαζομένῳ. οὐ μὴν ἔργῳ τὸ βούλευμα ἐπετέλει, ἀλλὰ τὸ τῶν Διλιμνιτῶν στῖφος τῇ ὑστεραίᾳ ἐκπέμψας ἀνὰ τὸ σταδιον, καὶ ἐς ἐκείνους ὁρᾷν τοὺς Ῥωμαίους ἀναπείσας, ταύτῃ τε δόκησιν παρασχόμενος τοῦ ἐπελεύσεσθαι, αὐτίκα ὅγε σχολαίτερον ἅμα τοῖς ἄλλοις στρατεύμασιν ἐπὶ Κοτάϊσιν καὶ Μουχείρισιν ἐπορεύετο. ὡς δὲ πλεῖστον ἤδη τῆς ὁδοῦ προεληύθει, τότε δὴ καὶ οἱ Διλιμνῖται λύσαντες τὴν τά· ξιν, εὐκολώτατα ἀπεχώρουν, ἅτε δὴ κούφως ἀεὶ ἐσταλμένοι, καὶ ἄλλως ἄλκιμοι καὶ ποδώκεις. παρῆσαν δὲ αὐτοῦ καὶ ἡ ἄλλη περσικὴ ἀπόμοιρα, οἱ δὴ ἐτύγχανον παρὰ τὸν Νέοκνον ποταμὸν πρότερον ἀπεσταλμένοι διὰ τὴν Μαρτίνου ἀπάτην, ἀπάτην, ῄπέρ μοι ἤδη ἐρρήθη. γνόντες γὰρ ὡς ἐνενίκηντο μὲν οἱ πέρσαι, οἱ δὲ Ῥωμαῖοι ἁπάσης ἤδη τῆς χώρας ἐκράτουν, αὐτίκα οἵγε πορείαν τινὰ διαλανθάνουσαν καὶ τῶν λεωφόρων ἀποκεκριμένην διανύσαντες εἰς Μουχείρισιν ἵκοντο, τῶν μὲν ἀγώνων ἥκιστα μετασχόντες, τοῦ δὲ τῆς φυγῆς αἴσχους πολλῷ ἔτι ἀκλεέστερον μετειληφότες. ἐπειδὴ οὖν ἅπας ὁ στρατὸς ἐνταῦθα ἐτύγχανε ξυναγηγερμένος, τότε δὴ τὸ πλεῖστον τῆς ἱππικῆς δυνάμεως καταλιπὼν, ἰλάρχην τε αὐτοῖς ἐπιστήσας Οὐαφρίζην, ἄνδρα τῶν παρὰ πέρσαις γνωριμωτάτων, αὐτὸς ξὺν ὀλίγοις ἐς Ἰβηρίαν ἀπενόστησεν, ὡς ἐκεῖσε διαχειμάσων.