Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 27-2
Not analysed yet
κζ’. Ἀνὴρ δέ τις ἐν αὐτοῖς τῶν Μαρτίνου δορυφόρων, Ογναρις ὄνομα, ἐν στενωτάτῳ χωρίῳ ξυνειλημμένος, ὡς μηδὲ τὸ ἀποδιδράσκειν αὐτῷ ἐλεύθερον εἶναι καὶ ἐφειμένον, αὐτίκα ὅγε ἀπειρηκὼς τοῖς ξυνενεχθεῖσι ,καὶ ὥσπερ τῆς τύχης ἀποπειρώμενος, ἐπιόντα οἱ δεινῶς τὸν θρασύτερον τῶν ἐλεφάντων πλήττει βιαίως ἀνὰ τὴν ὀφρὺν τῷ δόρατι, καὶ ἐμπήγνυσι τὴν αἰχμὴν, ὡς ἅπαν τὸ λοιπὸν ἀπῃωρῆσθαι. ὁ δὲ πρός τε τὴν πληγὴν δυσανασχετῶν, καὶ πρός γε τοῦ δορατίου ἀμφὶ τὸν ὀφθαλμὸν κραδαινομένου ἐκταραττόμενος, ὑπεξήγετο ἀθρόον ἐς τοὔμπαλιν ἀνασκιρτῶν καὶ περιδονούμενος, τήν τε προνομίαν νῦν μὲν ὡσπερ ὕσπληγγα περιτινάσσων ἔπληττε πολλοὺς τῶν περσῶν καὶ ἐξηκόντιζε, νῦν δὲ ἐς μῆκος ἐκτείἐπεοσπηδῶντες νῶν τραχύν τινα καὶ ἄγριον ἦχον ἀφίει. αὐτίκα δὲ τοὺς ὕπερθεν ἑστῶτας ἀποσεισάμενος κατέβαλε, καὶ ἐμπατήσας διέφθειρεν. ἔπειτα δὲ καὶ ἅπαντα τὸν Περσικὸν ὅμιλον ἀνεσόβει, τούς τε ἵππους ἀναχαιτίζων οἶς ἂν ἐμπελάσειε, καὶ τοῖς ὀδοῦσι τὸ ἐπιψαῦον διατεμνόμενος καὶ ἀναχαράσσων. καὶ ἦν ἅπαντα ὀλοφυρμοῦ ἀνάπλεα καὶ θορύβων. οἱ μὲν γὰρ ἵπποι τῇ χαλεπότητι τοῦ θηρίου ἐπτοημένοι, οὐ μάλα τοῖς ῥυτῆρσιν ἐπείθοντο, ἀλλὰ τὰς ἐμπροσθίους μετεωρίζοντες ὁπλὰς, ἔξεκύλιον τοὺς ἐλατῆρας, οὕτω τε ἄτακτα διὰ τοῦ πλήθους ἐζήλλοντο, πνευστιῶντες θαμὰ καὶ φριμασσόμενοι. τῶν δὲ ἀνδρῶν ἐς ἑαυτοὺς ἀναχωρούντων, ἁπάντων τε ὠθούντων ἀλλήλους καὶ παραγκωνιζομένων, καὶ ἑκάστου προτερῆσαι τὸν πέλας ἐπειγομένου, πλεῖστοι ὅσοι ἐπείνοντο ὑπὸ σφῶν, τοῖς τῶν φιλτάτων τε καὶ ὁμοφύλων ξίφεσι περιπταίοντες. οὕτω δὲ τῆς ταραχῆς ἐπιμέγα ἰούσης, οἱ Ῥωμαῖοι, ὁπόσοι τε ἤδη ἐτύγχανον ὑπεκβάντες τοῦ περιβόλου καὶ εἴ που τι αὐτῶν ἔνδον ἐλέλειπτο, τότε δὴ ἅπαντες ἐς μίαν τινὰ φάλαγγα συσπειραθέντες, καὶ τὸ μέτωπον ὡς καρτερώτατα ταῖς ἀσπίσι φραξάμενοι, ἐμπίπτουσι ξυγκεχυμένοις ἔτι τοῖς πολεμίοις. οἱ δὲ τῷ ἤδη προπεπονηκέναι τὴν προσβολὴν οὐκ ἐνεγκοιντες, ὠκύτατα ἔφηον· οὐδὲ τοῦτο δρῶντες ἐν τάξει, οὐδὲ ὥστε καὶ ἀμύνεσθαι τοὺς ἐπιόντας, ἀλλ’ ἐσκεδάννυντο ἄλλος ἄλλοθι ὥσπη ἑκάστῳ προύχώρει. ὁ δὲ Ναχοραγὰν, ἀλλὰ γὰρ καὶ αὐτὸς τῷ παραλόγῳ τῶν γιγνομένων καταπεπληγμένος ἐς τὰ ὀπίσω δρομαῖος ἀπήλαυνε, σημαίνων ἅπασι τῇ μάστιγι καὶ ἐγκελευόμενος ὡς ταχιστα φεύγειν, τοῦτο δὴ τὸ πρὸς ἐκείνων ἤδη πρασσόμενον. οὕτως ἄρα αὐτῷ τὰ τῆς ὑψηγορίας ἐς τοὐναντίον ἀπέβη. οἱ δὲ Ῥωμαῖοι οὐ πρότερον ἀνῆκαν διώκοντες τοὺς βαρβάρους καὶ ἀναιροῦντες, πρίν γε δὴ ὁ Μαρτῖνος, ἀποχρῆναι ἡγούμενος, ἀνεκαλεῖτό τε αὐτοὺς ὑπὸ τῇ σάλπιγγι, καὶ τὸν θυμὸν ἔξημέρου. οὕτω τε οἱ πέρσαι μόλις εἰς τὸ οἰκεῖον στρατόπεδον ἀπεσώθησαν, οὐ μεῖον ἢ δέκα χιλιάδας μαχίμων ἀνδρῶν ἐν τῷδε τῷ ἔργῳ ἀποβεβληκότες.