Ancient Greek · ~13 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 29.1
Not analysed yet
κθ'. Ἀνὴρ γάρ τις Σύρος τὸ γένος ,Οὐράνιος ὄνομα, κατὰ τὴν βασιλέως πόλιν ἠλᾶτο, τέχνην μὲν ἐπαγγελλόμενος τὴν ἰατρικὴν μετιέναι, τῶν δὲ Ἀριστοτέλους δογμάτων οὐδὲν μὲν ἐς τὸ ἀκριβὲς ἐγίγνωσκεν, ἐκομψεύετο δὲ ὡς πλεῖστα εἰδέναι, βρενθυόμενος τῷ δύσερις εἶναι παρὰ τοὺς ξυλλόγους. πολλάκις γὰρ ἰὼν πρὸ τῆς βασιλείου στοᾶς, καὶ ἐν τοῖς τῶν βιβλίων πωλητηρίοις, διεπληκτίζετο καὶ ἐμεγαληγόρει πρὸς τοὺς αὐτόθι ἀγειρομένους, καὶ ταῦτα δὴ τὰ εἰθισμένα ῥημάτια μάτια τοῦ κρείττονος πέρι ἀνακυκλοῦντας, ὁΠοῖον δή τι αὐτοῖς ἡ τε φύσις εστι καί ἡ οὐσία, καὶ τὸ πάθητον καὶ τὸ ἀξύγχυτον καὶ ἄλλα τοιάδε. τούτων μὲν οὖν οἱ πλεῖστοι οὐδὲ ἐς γραμματιστοῦ, οἶμαι, φοιτήσαντες, οὐδὲ μὴν βίῳ ἀρίστῳ ἐκδεδιῃτημένοι, ἔπειτα ῥᾴδιόν τι ἡγοῦνται καὶ προχειρότατον, ὑπερβάθμιον, τὸ λεγόμενον, πόδα τείνειν, καὶ θεολογίας ἐφάπτεσθαι, πράγματος οὕτω μακαρίου τε καὶ ἀνεφίκτου, καὶ μείζονος ἢ κατ’ ἀνθρώπους, καὶ μόνῳ τῷ ἀγνοεῖσθαι θαυμαζομένου. τοιγάρτοι τὰ πολλὰ περὶ δείλην ὀψίαν ἀπὸ κραιπάλης, ὡς τὸ εἰκὸς, καὶ ἀκολασίας ξυναλιζόμενοι, οὕτω δὴ ἐκ τοῦ παρείκοντος ἐκείνων τῶν ὑπερτέρων ἀπάρ χονται λῴων καὶ ζητήσεως θεσπεσίας, ἀεί τε περὶ ταὐτὰ στενολεσχοῦντες, οὔτε πείθονται ὑπο σφων οὔτε ἄλλως μεταμανθάνουσι τὰ προεγνωσμένα, ὁποῖα ἀττα καὶ τύχοιεν ὄντα. εχονται δὲ διαπαντὸς τῶν ἀυτῶν οἱ αὐτοὶ, καὶ τελευτῶντες τῆς φιλονεικίας χαλεπαίνουσι κατ’ ἀλλήλων, καὶ ἀναφανδὸν διαλοιδοροῦνται, φωνὰς ἀσχήμονας ἀφιέντες, ὥσπερ ἐν κύβοις διαμαχόμενοι. οὕτω τε λύπαι αὐτοῖς ὁ ἀγὼν, καὶ μόλις ἀπαλλάττονται, ὀνήσαντες μὲν οὐδ’ ὁπωστιοῦν ἢ ὀνηθέντες ,ἔχθιστοι δὲ ἀντὶ φίλων γεγενημένοι. ἐν τούτοις δὲ τὰ πρῶτα λαχὼν ὁ Οὐράνιος, ὥσπερ ὁ παρ’ Ὁμήρῳ Θερσίτης, ἐκολῴα καὶ μακρηγορῶν οὐκ ἀνίει. καίτοι οὐδὲν αὐτῷ περὶ θεοῦ βεβαίως ἐδόκει, οὐδὲ ἠπίστατο ὅπως χρὴ ἐν τούτοις ἀντιφέρεσθαι τὰ εἰκότα· ὅμως νῦν μὲν τῇ πρώτη θέσει τῶν πεύσεων ἐναντιούμενος, νῦν δὲ πρὶν ἀποκρίνεσθαι ἀντερωτῶν τὰς αἰτίας τῶν προβλημάτων, οὐ · ξυνεχώρει ἐν κώμῳ ἰέναι τὸν λόγον, ἀλλὰ διετάραττεν τὸ σαφὲς, καὶ τὴν εὕρεσιν ἀνεσόβει. ἠβούλετο μὶν γὰρ τὴν ἐφεκτικὴν καλουμένην Β ζηλοῦν ἐμπειρίαν, κατά τε Πύῤῥωνα καὶ Σέξτον τὰς ἀποκρίσεις ποιεῖσθαι, καὶ τέλος ἔχειν τὴν ἀταραξίαν τῷ μηδὲν ὁτιοῦν οἴεσθαι ληπτὸν καθεστάναι· πλὴν ἀλλ’ οὐδὲ ἀποχρώντως ἐμεμαθήκει ἢ ὅσον ἀπομάξασθαι σποράδην καὶ ἐλάχιστόν τι θηρᾶσαι, καὶ τοὺς οὐδαμῶς παιδείας μετειληχότας ἐξαπατᾷν δύνασθαι καὶ παράγειν. ὢν δὲ ἄρα ἐν λόγοις ἀμαθὴς, ἀλλὰ ἀμαθέστερός γε ὑπῆρχεν τὸν βίον. ἐς γὰρ τὰ δώματα τῶν εὐδαιμόνων ἰὼν, καὶ σιτούμενος ἀφειδῶς τὰ ποικιλώτερα τῶν ἐδωδίμων, θαμά τε ὁμιλῶν τῇ θηρικλείῳ, καὶ λόγοις χρώμενος ὑπὸ μέθης αἰσχροῖς τε ἄγαν καὶ ἀκολάστοις, γέλωτα ὠφλίσκανεν πλεῖστον, ὡς χαἰ παίεσθαι τυχὸν ἐπὶ κόῤῥης, καὶ τοῖς ἐκπώμασιν ὥσπερ τινὶ ἑωλοκρασίᾳ τὸ πρόσωπον καταῤῥαίνεσθαι, καὶ εἶναι κοινὸν ἄθυρμα τῶν οὐ μεῖον ἢ οἱ γελωτοποιοὶ καὶ μιμολόγοι ἀλλὰ γὰρ τοιόσδε ὢν ὁ Οὐράνιος, ἧκέν ποτε παρὰ τοὺς Πέρσας ὑπὸ Ἀρεοβίνδου τοῦ πρεσβευτοῦ ἀπηγμένος. ἅτε δὴ ἀπατεὼν καὶ κόθορνος, καὶ οἷος τὴν οὐκ οὖσαν ἑαυτῷ περιποιεῖν εὐκοσμίαν, αὐτίκα ὅγε στολὴν μὲν ἠμπίσχετο σεμνοτάτην, ὁποίαν παρ’ ἡμῖν οἱ τῶν λόγων καθηγηταὶ καὶ διδάσκαλοι ἀμφιέννυνται, οὕτω δὲ, σοβαρῷ δῆθεν καὶ ἐμβριθεῖ τῷ προσώ- πῳ, ἐσεφοίτα ὡς τὸν Χοσρόην. ὁ δὲ τῷ παραδόξῳ θεάματι καταπεπληγμένος, καὶ ἱερόν τι εἶναι εἰκάζων τὸ χρῆμα, καὶ φιλόσοφον αὐτὸν ὡς ἀληθῶς ὑποτοπήσας, οὕτω γὰρ αὐτοῦ καὶ ὠνομάζετο,) ἄσμενός τε εἰδεν καὶ φιλοφρόνως ἐδεξιοῦτο. καὶ εἶτα ξυγκαλεσάμενος τοὺς μάγους, ἐς λῴους αὐτῷ καθίστατο γενέσεως τε καὶ φύσεως πέρι, καὶ εἰ τόδε τὸ πᾶν ἀτελεύτητον ἔσται, καὶ πότερον μίαν τὴν ἁπάντων ἀρχὴν νομιστέον.