Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 28
Not analysed yet
κη΄. Ἀλλὰ γὰρ βραχέα ἄττα περὶ Χοσρόου διεξελθὼν, αὐτίκα ἔγ̀ωγ, ἀνὰ τὰ πρότερα καὶ δὴ ἐπανήξω. ὑμνοῦσι γὰρ αὐτὸν καἰ ἄγανται πέρα τῆς ἀξίας, μὴ ὅτι οἱ Πέρσαι, ἀλλὰ καὶ ἔνιοι ὦν Ῥωμαίων, ὡς λόγων ἐραστὴν, καὶ φιλοσοφίας τῆς ἡμῖν ἐς ἄκρον ἐλθόντα, μεταβεβλημένων αὐτῶ ὑπό του ἐς τὴνΠερσιδα φωνὴν τῶν Ἑλληνικῶν ξυγραμμμάτων. καὶ τοίνυν φασὶν, ὅτι δὴ ὅλον τὸν Σταγειρίτην καταπιὼν εἴη μᾶλλον ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺς τὸν Ὀλόρου, τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων, καὶ οὔτε ὁ Τίμαιος αὐτόν ἀποδράσειεν ἂν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται, κιλτπι, καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις, οὔτε ὁ Φαίδων, οὔτε ὁ Γοργίας, οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν τε καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος, οἶμαι, ὁ Παρμενίδης. ἐγὼ δὲ οὕτως αὐτὸν ἄριστα ἔχειν παιδείας, καὶ ταῦτα τῆς ἀκροτάτης, οὐκ ἄν ποτε οἰηθείην. πῶς μὲν γὰρ οἷόν τε ἦν τὸ ἀκραιφνὲς ἐκεῖνο τῶν παλαιῶν ὀνομάτων καὶ ἐλευθέριον, καὶ πρός γε τῇ τῶν πραγμάτων φύσει πρόσφορόν τε καὶ ἐπικαιρότατον, ἀγρίᾳ τινὶ γλώττῃ καὶ ἀμουσοτάτῃ ἀποσωθῆναι; πῶς δὲ ἂν ἀνὴρ βασιλείῳ τύφῳ ἐκ παιδων καὶ κολακείᾳ πολλῇ γεγανωμένος, δίαιτάν τελαχὼν ἐς ὄ, τι βαρβαρικωτάτην καὶ πρὸς πολέμους ἀεὶ καὶ παρατάξεις ὁρῶσαν, πῶς δὴ οὖν ὧδε βιοὺς, ἤμελλε μέγα τι καὶ λόγου ἄξιον ἐν τοῖσδε ἀπόνασθαι τοῖς διδάγμασι καὶ ἐνασκηθῆναι; εἰ μὲν οὖν ἐπαινοίη τις αὐτὸν, ὅτι δὴ βασιλεύς γε ὢν καὶ Πέρσης ἐρνῶν τε τοσούτων καὶ πρά- ξεων μέλον αὐτῷ, ὁ δὲ ἐφίετο γοῦν ὅμως ἀμηγέπη ἀπογεύεσθαι λόγων, καὶ τῇ περὶ ταῦτα γάννυσθαι δόξη, ξυνεπαινέσαιμι ἂν κὼ ἔγωγε τὸν ἄνδρα, καὶ μείζονα θείην τῶν ἄλλων βαρβάρων. ὅσοι δὲ λίαν αὐτὸν σοφὸν ἀποκαλοῦσι, καὶ μονονουχὶ τοὺς ὅπη ποτὲ πεφιλοσοφηκότας ὑπερβαλλόμενον, ὡς καὶ ἁπάσης τέχνης τε καὶ ἐπιστήμης τὰς ἀρχὰς καὶ αἰτίας διαγιωσκειν, ὁποῖον τὸν ἄγαν πεπαιδευμένον οἱ ἐκ του περιπάτου ὁρίζονται· οἱ δὴ οὖν ταῦτα οἰόμενοι ἐκείνῃ ἂν μάλιστα φωραθεῖεν οὐ τῶν ἀληθῶν ἐστοχασμένοι, μόνη δὲ τῇ τῶν Πολλῶν ἑπόμενοι φήμῃ.