Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 30
Not analysed yet
λ΄. Τότε δὴ οὖν ὁ Οὐράνιος καίριον μὲν οὐδὲν ὁτιοῦν ἔλεγεν, οὐδέ γε τὴν ἀρχὴν διενοεῖτο · μόνῳ δὲ τῷ θρασύς τε εἶναι καἰ στωμυλώτατος, καθάπου φησιν ὁ ἐν Γοργίᾳ Σωκράτης „οὐκ εἰδὼς ἐν οὐκ· εἰδόσιν” ἐνίκα. οὕτω τε εἷλεν τὸν βασιλέα ὁ βώμαξ ἐκεῖνος καὶ ἔμπληκτος, ὡς χρημάτων τέ οἱ δω- ρήσασθαι πλἧθος, καὶ κοινῆς μεταδοῦναι τραπέζης, καὶ ἀπάρ- ξασθαι φιλοτησίας, οὔπω τοῦτο ἐπ᾿ ἄλλῳ τῳ γεγενημένον, ἐπόμνυσθαί τε πολλάκις ἦ μὴν οὐπώποτε τοιόνδε ἄνδρα ἑωρακέναι. καίτοι πρότερον ἀρίστους ὡς ἀληθῶς ἐτεθέατο φιλοσόφους, ἐνθένδε ὡς αὐτὸν ἀφικομένους. οὐ πολλῷ γὰρ ἔμπροσθεν Δαμάσκιος ὁ Σύρος καὶ Σιμπλίκιος ὁ Κίλιξ, Εὐλαιμιóς τε ὁ Φρὺξ, καὶ Πρισκιανὸς ὁ Λυδὸς, Ἑρμείας τε καὶ Διογένης οἱ ἐκ Φοινίκης, καὶ Ἰσίδωρος ὁ Γαζαῖος, οὗτοι δὴ οὖν ἅπαντες τες τὸ ἄκρον ἄωτον, κατὰ τὴν ποίησιν, τῶν ἐν τῷ καθ᾿ ἡμᾶς χρόνῳ φιλοσοφησάντων, ἐπειδὴ αὐτοὺς ἡ παρὰ Ῥωμαιοις κρατοῦσα ἐπὶ τῷ κρείττονι δόξα οὐκ ἤρεσκεν, ᾤοντό τε τὴν Περσικὴν πολιτείαν πολλῷ· εἷναι ἀμείνονα· τούτοις δὴ τοῖς ὑπὸ τῶν πολλῶν περιᾳδομένοις ἀναπεπεισμένοι, ὡς εἴη παρ᾿ ἐκείνοις δααιότατον μὲν τὸ ἄρχον, καὶ ὁποῖον εἶναι ὁ Πλάτωνος βούλπαι λόγος, φιλοσοφίας τε καὶ βασιλείας ἐς ταὐτὸ ξυνελθούσης, σῶφρον δὲ ἐς τὰ μάλιστα καὶ κόσμιον τὸ κατήκοον, καὶ οὔτε φῶρες χρημάτων, οὔτε ἅρπαγες ἀναφύονται, ἀτὰρ οὐδὲ τὴν ἄλλην μετιόντες ἀδαιαν, ἀλλ᾿ εἰ καί τι τῶν τιμίων κτημάτων ἐν ὁτῳδηοῦν χώρῳ ἐρημοτάτῳ καταλειφθείη, ἀφαιρεῖται ὅστις οὐδεὶς τῶν ἐντυγχανόντων, μένει δὲ οὕτως, εἰ καὶ ἀφύλακτον ᾖ ,σωζόμενον τῷ λελοιπότι ἐστ᾿ ἂν ἐπανήκοι· τούτοις δὴ οὖν ὡς ἀληθέσιν ἀρθέντες, καὶ πρός γε ἀπειρημένον αὐτοῖς ἐκ τῶν νόμων ἀδεῶς ἐνταῦθα ἐμπολιτεύεσθαι, ὡς τῷ καθε- στῶτι οὐχ ἑπομένοις, οἱ δὲ αὐτίκα ἀπιόντες, ᾤχοντο ἐς ἀλλο- δαπὰ καὶ ἄμικτα ἤθη, ὡς ἐκεῖσε τολοιπὸν βιωσόμενοι. πρῶτον μὶν οὖν τοὺς ἐν τέλει ἀλαζόνας μάλα εὑρόντες καὶ πέρα τοῦ δέοντος ἔξωγκωμένους, ἐβδελύττοντό γε αὐτοὺς καὶ ἔπειτα δὲ ἰωρῶν, ὡς τοιχωρύχοι τε πολλοὶ καὶ λωποδύται, οἱ μὲν ἡλίσκοντο, οἱ δὲ καὶ διελάνθανον, ἅπαν δὲ εἶδος ἀδικίας ἡμαρτάνετο. καὶ γὰρ οἱ δυνατοὶ τοὺς ἐλάττονας λυμαίνονται, ὠμότητι τε πολλῇ χρῶνται κατ’ ἀλλήλων κὼ ἀπανθρωπίᾳ· καὶ τὸ δὴ πάντων παραλογώτερον· ἐξὸν γὰρ ἑκάστῳ μυρίας ὅσας ἄγεσθαι γαμετὰς, καὶ τοίνυν ἀγομένοις ἀλλὰ μοιχεῖαι γε ὅμως τολμῶνται. τούτων δὴ οἶν ἁπάντων ἕκατι οἱ φιλόσοφοι ἐδυσφόρουν καὶ σφᾶς αὐτοὺς ᾐτιῶντο τῆς μεταστασεως.