Ancient Greek · ~13 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 29.1-2
Not analysed yet
κθ΄. Τὸ μὲν οὖν ἀκριβὲς τῶν ἐπ’ αὐτῷ πρότερον τε καὶ ὕστερον συμπεσόντων, ἤδη τοῖς πάλαι σοφοῖς ἐν ἱστορίασς διεκπεπόνηται τρόπῳ· ὁ δὲ τοῖς μὲν προτέροις παρεῖται, ἂξιον δὲ οἶμαι γινώσκειν καὶ ἐπισημήνασθαι, καλὸν ἂν εἲη προσθεῖναι. θαυμάσειε γὰρ ἄν τις, ὅτι δὴ κατ’ ἐκεῖνο τοῦ καιροῦ ροῦ παρά τε Ρωμαίοις καὶ Πέρσαις παραπλήσια ἄττα συνελθεῖν ξυνέβη, ὡσΠερ αὐτομάτως ἐν ἑκατέρᾳ πολιτείᾳ κατὰ τῶν κρατούντων ἐναντίας τινὸς περιφορᾶς ἐνσκηψάσης. ἐλαχίστου γὰρ ἔμπροσθεν χρόνου καὶ Ζήνων ὁ Ρμωαίων βασιλεὺς ὁ Ἲσαυρος, ὃς δὴ πρώην Ταρασισκωδίσαιος ἐπωνομάξετο, ὑπὸ Ἰλλοῦ τε καὶ Βασιλίσκου καὶ Κόνωνος ἐπιβουλευδεὶς, συνεργούσης ἐς τὰ μάλιστα καὶ βηρίνησ, ἐκπέπτωκε τῆς ἀρχῆς καὶ ἐξελήλαται, καὶ μόλις ἐς τὴν Ἰσαυρίαν ἀπεσώθη· πλὴν ἀλλ’ ἐπανῆκεν αὖθις ἐς τὰ βασίλεια, καὶ Βασίλισκον τὸν τυραννήσαντα οὐ πλέον ἢ ἔτεσι δύο καθελὼν, καὶ τοῦ σχήματος ἀφελόμενος, διετέλει πάλιν ἐχόμενος τῆς ἀρχῆς καὶ πάντα διατάττων, οὐκ ἐπὶ πλεῖστον μὲν χρόνον, ἐν αὐτῇ δὲ ὃμως ἀπεβίω. κατ’ αὐτὸν δὲ καὶ Νέπως ὁ τῆς Ἐσπέρας βασιλεὺς ὁμοίαις ἢ καὶ μείζοσιν ὡμΔησε συμφοραῖς. ὑπὸ γὰρ Ὀρέστου φενακισθεὶς, πέφευγεν ἐκ τῆς Ἰταλίας, ἀποβεβληκὼς μὲν τὴν ἁλουργίδα, οὐκέτι δὲ αὐτὴν ἀντανείλετο, ἀλλ᾿ ἐν ἰδιώταις τελῶν διεφθάρη. οὕτως ἄρα ἐν τῷ τότε μεταβολὰς παραλόγους κατὰ τῶν κρατίστων δυνάμεων συνελθεῖν ξυνηνέχθη. ζητούντων μὲν οὖν τὴν τούτων αἰτίαν οἱ τὰς τῶν ἀδήλων ἀνιχνεύειν ἀρχὰς εἰθισμένοι, καὶ λεγέτωσαν ὁποίας καὶ βούλοιντο, ἐμοὶ δὲ τῆς προτέρας ἐκδρομῆς καὶ αὖθις μεταληπτέον. τεθνηκότος γὰρ τοῦ Καβάδου κατὰ τὸ πέμπτον ἔτος τῆς Ἰουστινιανοῦ παρὰ ῾Ρωμαιοις βασιλείας, Χοσρόης ὁ πάνυ ὁ καθ᾿ ἡμᾶς διαδέχεται τὴν πατρῴαν ἀρχὴν, καὶ πέπραχε πλεῖστα ὅσα καὶ μέγιστα, ὧν ἔνια μὲν Προκοπίῳ τῷ ῥήτορι προαναγέγραπται, τῶν δὲ λοιπῶν ἐμοί γε τὰ μὶν εἴρηται ἤδη, τὰ δὲ ἀκολούθως εἰρήσεται. ὡς ἂν δὲ τὸ συνεχὲς τῶν χρόνων τελεώτατα διαφυλαχθειη, τοσοῦτον ἐρῶ πρὸς τὸ παρὸν, ὡς ἐς ὀκ· τὼ τε καὶ τεσσαράκοντα ἐνιαυτοὺς τοῦ κράτους ἐχόμενος, πολλὰς ἀνεδήσατο νίκας· καὶ γέγονεν ὁποῖος οὔπω πρότερον ἄλλος τῶν παρὰ Πέρσαις βεβασιλευκότων ἀναδέδεικται, εἴγε τῷ παντὶ ἑκάστῳ συγκρίνοιτο, οὐδὲ εἰ Κῦρον εἴποι τις ἂν τὸν Καμβύσου, οὐδὲ Δαρεῖον ῾Υστάσπεω, οὐδὲ μὴν Ξέρξην ἐκεῖνον, τὸν ἱππήλατον μὲν δεικνύντα τὴν θάλατταν, ἐν δὲ τοῖς ὄρεσι ναυτιλλόμενον. πλὴν ἀλλὰ τοιοῦτός γε ὢν, ἀκλεής γε αὐτῷ ἡ τοῦ βίου καταστροφὴ γέγονεν, καὶ οἰκτρὰ καὶ τῶν φθασάντων ἀλλοτριω- τάτη. ἐτύγχανε μὶν γὰρ ἐν τῷ τότε ἀμφὶ τὰ Καρδούχια ὄρη ἐς κώμην Θαμανῶν διὰ τὴν τοῦ θέρους ὥραν καὶ τὴν τῶν τόπων εὐκρασίαν μεταβάς τε καὶ ἐνδιαιτώμενος. Μαυρίκιος δὲ ὁ Παύλου ὑπὸ Τιβερίου Κωνσταντίνου τοῦ Ρωμαίων αὐτοκράτορος ἂρχειν τῶν κατὰ τὴν ἕω ταγμάτων προστεταγμένος, εἰσέβαλεν ἀθρόον ἐς τὴν Ἀραξιανηνὴν χώραν, πρόσοικον οὖσαν τῇ τῆς κώμης περιοικίδι καἰ ἀγχιτέρμονα· καὶ δῆτα οὐκ ἀνίει δᾐων ἅπασαν ἀφειδῶς καὶ ληϊξόμενος. περαιωθεὶς δὲ τὰ ῤεῖθρα τοῦ Ζιρμα ποταμοῦ, ἀνὰ τὰ πρόσω ἔτι ἐχώρει, κω τὰ ἐν Ποσίν ἐλεηλάτει καὶ ἐνεπίμπρα. οὕτω δὲ αὐτοῦ ἂρδην ἅπαντα καταστρεγομένου καὶ ξυγκυκῶντος, ὁ Χοσρόης, (oὐ πόῤῤω γὰρ ἦν, ὂσον ὅσον ἀρθεῖσαν ἤδη θεᾶσθαι τὴν φλόγα,) οὐκ ἢνεγκεν τὴν ὄψιν τοῦ πολεμίου πυρὸς, ἔπει, μήπω πρότερον ἑωράκει. τοιγάρτοι αἰδοῖ τε καὶ δέει καταπεπληγμένος, οὔτε ἀντε· ξῄει, οὗτε ἠμύνετο· ἀλλὰ τοῖς προσπεσοῦσι πέρα τοῦ μετρίου περιαλγήσας, καὶ οἷον ἀπειρηκὼς ταῖς ἐλπίσιν, αὐτίκα νόσῳ ἥλω ὑπὸ δυσθυμίας δεινῇ τε καὶ ἀνηκέστῳ. καὶ τοίνυν φοράδην ἀχθεὶς μετὰ τάχους πολλοῦ εἰς τὰ ἐν Σελευκείᾳ καὶ Κτησιφῶντι Βασίλεια, καὶ φυγὴν τὴν ἀναχώρησιν ποιησάμενος, οὐκ ἐς μακρὰν καταλύει τὸν βίον.