Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 28-2
Not analysed yet
κη'. Kαὶ τοίνυν θαμὰ τοῦτο ἐννόμως ἐξημαρτάνετο, χαλεπαινόντων περιφανῶς τῶν δυνατῶν, καὶ οὐκ ἀνεκτὸν ἡγουμένων τὴν ἀτιμίαν. ἀλλ᾿ οὗτος γὰρ αὐτῷ ὁ θεσμὸς ἐπιβουλῆς τε καὶ καταλύσεως αἰτιώτατος γέγονε. τοιγάρτοι συμφραξάμενοι ἅπαντες καὶ διαναστάντες, καθαιροῦσί γε αὐτὸν τῆς ἀρχῆς τῷ ἑνδεκάτῳ ταύτης ἐνιαυτῷ, καὶ εἰς τὸ τῆς Λήθης ἐμβάλλουσι φρούριον. τὸ δὲ τῆς βασιλείας κρότος μετόγονσιν ἐπὶ Ζαμάσφην, Περόζου καὶ αὐτὸν παῖδα γεγενημένον, καὶ ἄλλως πραότητός τε καὶ δικαιοσύνης ἄριστα ἔχειν δοκοῦντα. οὕτω τε ᾤνοντο καλῶς αὐτοῖς ἅπαντα κατειργάσθαι, ὡς ἐξὸν τολοιπὸν ἐν εὐκολίᾳ τε καὶ ῥᾳστώνῃ πολιτεύεσθαι καὶ βιοτεύειν. ἀλλ᾿ ὁ Καβάδης οὐκ ἐς μακρὰν ἀποδράσας, εἴτ́ε τῆς γαμετῆς αὐτῷ συλλαβομένης τοῦ δόλου, ὡς Προκόπιός φησι, καὶ τὸν ὑπὲρ ἐκείνου θάνατον ὑπελθεῖν ἑλομένης, εἴτε καὶ ἄλλῳ τρόπῳχρησάμενος, ἀποδράσας δὲ οὖν ὅμως, καὶ ὑπεκβὰς τοῦ δεσμωτηρίου, ᾤχετο παρὰ τοὺς Νεφθαλίτας, καὶ γίνεται τοῦ ἐκείνων βασιλέως ἱκέτης. ὁ δὲ τὰς ἀτάκτους τροπὰς τῆς τύχης διανοησάμενος, προσιπό γε αὐτὸν μάλα εὐμενῶς, καὶ διετέλει παρηγορῶν καὶ παραιρούμενος τῆς γνώμης τὸ ἀνιώμενον, τὰ μὲν πρῶτα θωπείᾳ τε ἀγαθῇ καὶ παραινέσει πρὸς τὰ ἀμείνονα τὸ φρονοῦν ἀναὀῥωννύσῃ, καὶ πρός γε τραπέζῃ. δαψιλεῖ καὶ φιλοτησίᾳ θαμὰ προτειν,ομένῃ, καὶ ἐγεστρίσι τιμίαις, καἰ τούτοις δὴ ἅπασι τοῖς εἰς φιλοξενίαν προχειροτάτοις· ὀλίγῳ δὲ ὕστερον καὶ τὴν θυγατέρα κατεγγυᾷ πρὸς γάμον τῷ ξένῳ, καὶ στρατιὰν αὐτῷ πρὸς τὴν κάθοδον ἀποχρῶσαν παραδοὺς, ἔστειλεν αὖθις, τό τε ἀντιστατοῦν καδελοῦντα, καὶ τὴν προτέραν εὺδαιμονίαν ἀνακτησόμενον. ἐπεὶ δὲ πεφύκασι πρὸς τἀναντία πολλάκις συμφύρεσθαι τοῖς ἀνδρώποις αἰ τῶν δοκηθέντων ἐκβάσεις, τοιόνδε τι καὶ τότε ξυνέβη, καὶ πρὸς τὴν ἐφ’ ἑκάτερα ῥοπήν τε καὶ κίνησιν ἐπὶ πολλῷ τῷ διαλλάττοντι ὁ τοῦ Καβάδου βίος ἐταλαντεύδη, καἰ ταῦτα ἐν χρόνῳ μετρίῳ. ἐκ μὲν γὰρ βασιλέως πρότερον ὑπόδικος γέγονε καὶ δεσμώτης· ἀπαλλαγεὶς δὲ τῆς εἱρκτῆς, φυγὰς καὶ μέτοικος καὶ ἱκέτης· ἐκ δὲ ἱκέτου καὶ ξένου, κηδεστὴς βασιλέως καὶ οἰκειότατος. εὐθὺς δὲ κατελθὼν εἰς τὰ πάτρια ἤθη, ὰνείληφε πάλιν τὴν ἀρχὴν πόνων ἐκτὸς καὶ κινδύνων, ὡσπερ οὐδαμῶς αὐτὴν ἀφῃρημένος, ἀλλ’ εὑρὼν ἔτι σχολάζουσαν, καὶ οἶον ἐκδεχομένην. ὁ γὰρ Ζαμάσφης ἑκὼν ἀπέστη τοῦ θάκου, καὶ μεθεῖναι μᾶλλον ἔγνω τὴν βασιλείαν, τέτταρας ἐνιαυτοὺς ἡσθεὶς ἐν αὐτῇ, καὶ ἀπαγορεῦσαι μὲν τῷ γαυρουμένῳ τῆς ψυχῆς καὶ φιλοδοξοῦντι, τὸ δὲ ἄπραγμον σὺν τῷ ἀσφαλεῖ ἀνδελέσδαι· καὶ προὒλαβε τὴν ἀνάγκην ἡ εὐβουλία. ὁ δὲ Καβάδης ἐγκρατὴς γεγενημένος πλέον ἢ πρότερον, ἐς τριάκοντα ἐτἐ- ρους ἐνιαυτοὺς διέμεινε τῆς μοναρχικῆς δυναστείας ἐχόμενος πρὸς. τοῖς ἕνδεκα τοῖς προτέροις, ὡς τεσσαράκοντα πρὸς τῷ ἑνὶ τοὺς σύμπαντας καθεστάναι ὁπόσους ἐν αὐτῇ ἐπεβίω.