Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 30.1
Not analysed yet
λ΄. Ἀλλὰ γὰρ οὐκ οἶδα ὅντινά με τρόπον ἥ τοῦ λόγου φορὰ παραλαβοῦσα, καὶ τῷ ἀξιαγάστῳ, οἶμαι, τῶν πράξεων ἡδομένη, ἐς τόδε ἢγαγε προΠετείας, ὡς τὰ ἐν μέσῳ ὑπερβάντα τῶν ποῤῤωτάτω ἐπιμνησθῆναι. οὐκοῦν ἐπειδὴ νῦν γοῦν ἐπέγνων ὅποι ἀφῖγμαι, καἰ ἕθεν ἐξέβην, ἐκεῖνα μὲν ἐατέον πρὸς τὸ παρὸν, ἐν τοῖς οἰκείοις ἀναγραφησόμενα χωρίοις ἐπανήξω δὲ αὖθις ἐς ξυνεχὲς καὶ ἀκόλουθον τῶν προτέρων. ἡ τε γὰρ τῶν περσικῶν βασιλέων διαδοχὴ καὶ ὁ τῶν ἐνιαυτῶν κατάλογος, καὶ, συλλήβδην φάναι, ἅπαν μοι τὸ ἐπηγγελμένον ξυνετελέσθη. οίμαι δὲ ἄγαν ἀληθῆ ταῦτα καθεστάναι καὶ ἐς τὸ ἀκριβὲς ἐκπεπονημένα, ὡς δὴ ἐκ τῶν περσικῶν βίβλων μεταληφθέντα. Σεργίου γὰρ τοῦ ἑρμηνέως ἐκεῖσε γενομένου, καὶ τοὺς τῶν βασιλικῶν ἀπομνημονευμάτων φρουρούς τε καὶ ἐπιστάτας μεταδοῦναί οἱ τῆς πέρι ταῦτα γραφῆς ἐκλιπαρήσαντος, πολλάκις γὰρ αὐτὸν ἐς τοῦτο προτρέψας ἐτύγχανον,) προσθέντος δὲ καἰ τὴν αἰτίαν, ὡς οὐκ ἂλλου του χάριν ζητοίη τῶνδε τυχεῖν, ἢ ὥστε καὶ παρ’ ἡμῖν ἀνάγραπτα ἔσεσθαι τὰ σφισιν ἐγνωσμένα καὶ τίμια, παρέσχον εὐθὺς εὖ γε ποιοῦντες ἐκεῖνοι, οὐκ ἄχαρι τὸ χρῆμα ἡγούμενοι εἶναι, ἀλλὰ καὶ πρὸς εὐκλείας τοῖς σφῶν βασιλεῦσιν ἐσόμενον, εἰ μέλλοιεν καὶ παρὰ Ρωμαίοις γινώσκεσθαι, ὁποῖοι τε γεγόνασι καὶ ὁπόσοι, καὶ ὅπως γένους αὐτοῖς ἀποσέσωσται τάξις. λαβὼν οὖν ὁ Σέργιος τά τε ὀνόματα καὶ τοὺς χρόνους, καὶ τῶν ἐπ’ αὐτοῖς γεγενημένων τὰ καιριώτατα, καὶ μεταβαλὼν εὐκόσμως εἰς τὴν Ἑλλάδα γωνὴν, (ἦν γὰρ δὴ ἑρμηνέων ἄριστος ἁΠάντων, καὶ οἶος ὑπ’ Χοσρόου θαυμάζεσθαι, ὡς ἐν ἑκατέρᾳ πολιτείᾳ τὰ πρωτεῖα λαχὼν τῆς ἐαυμάξεσδαι,) εἰκότως οὖν ἀκριβεστάτην ποιησάμενος τὴν μετάφρασιν, ἀπεκόμισέ τέ μοι ἅπαντα μάλα πιστῶς καὶ φιλίως, καὶ προὔτρεψε διανύειν τὴν αἰτίαν, ᾐπερ αὐτὰ καὶ παρείληφε. καὶ τοίνυν διήνυσται. ὥστε εἰ καὶ Προκοπίῳ τῷ ῥήτορι ἔνια τῶν ἐπὶ Καβάδη ἀφηγηθέντων ἐτέρως ἀπήγγελται, ἀλλ’ ἡμῖν ἀκολουθητέον τοῖς Περσικοῖς χρονογράφοις, καὶ τῶν ἐν αὺτοῖς φερομένων ὡς ἀληθεστέρων ἀντιληπτέον. τοσούτου δὴ οὖν ἡμῖν τοῦ πόνου τελεώτατα ἐξειργασμένου, φέρε πρὸς αὐτὴν αὖθις ἐπανίωμεν τὴν τῆς ἱστορίας ξενέχειαν, ἣν ἐκ τῶν ἀμφὶ τὴν Δαξικὴν γεγενημένων διατεμόντες, ἐς τάδε ἀγίγμεθα. οὕτω μὲν δὴ οὖν ὁ Νοχοραγὰν διὰ τὸ ἀγεννὲς τοῦ τρόπου, καὶ τὸ νενικῆσθαι ἀνὰ κράτος ὑπὸ Μαρτίνου τε καὶ τῶν Ρωμαϊκῶν στρατευμάτων, καὶ τὴν ἐς Ἰβηρίαν αἰσχρὰν ἀναχώρησιν, ὠμότατα διεφθάρη καθ' ἤδη μοι πρότερον εἲρηται τρόπον. λογιζόμενος δὲ ὁ Χοσρόης, ὡς οὐχ οὐχ οἶνόντε αὐτῷ ἀνὰ τὴν Κολχίδα γῆν πρὸς Ῥωμαίους παρατάττεσθαι, τῶν μὲν τῆς θαλάττης κρατούντων, καὶ ἂπαντα, ὦν ἂν δέοιντο, ῤᾳδίως ἐνθένδε μεταπαμπομένων, αὐτοῦ δὲ διὰ μακρᾶς ὁδοῦ καί ἐρήμου μόλις τοῖς στρατοπεδεύουσιν ἐλάχιστα γοῦν τῶν ἐδωδίμων ὑπὸ ἀχθοφόροις ἀνδράσι τε καὶ ὐποξυγίοις χαλεπώτατα στέλλειν ἀναγκαζομένου· ταῦτα δὴ οὖν ἐπισκοπῶν, ἒγνω τὸν ὅλον πόλεμον καταθέσθαι, ὡς ἂν μὴ ἐπιπλεῖστον αὐτοῖς ἡ εἰρήνη χωρίοις τισὶ περιοριζομένη, ἀτελὴς καὶ οἶον σκάζουσα διαμένοι, ἀλλ’ ὁμοιῶς ἁπανταχοῦ ἐπιῤῥωσθείη. καὶ τοίνυν ἐκπέμπει ἐπὶ τῇ πρεσβείᾳ ἐς τὸ Βυζάντιον ἂνδρα Πέρσην τῶν σφόδρα παρ’ αὐτοῖς λογιμωτάτων, ὄνομα δὲ ἦν αὐτῷ Ζἰχ. οὖτος δὲ ὁ Ζὶχ ἀφικόμενος καὶ παρελθὼν ὡς Ἰουστινιανὸν βασιλέα, πολλὰ μὲν ἔφη τῶν παρόντων πέρι, πολλὰ δὲ ἀκήκοε· καὶ πέρας ἐς τόδε ξυνηλθέτην, ἐφ’ ᾧ Ρωμαίους τε καὶ Πέρσας κατέχειν μὲν ἅπαντα, ὧν ἤδη ἐτύγχανον κατὰ τὴν Δαξῶν χώραν πολέμου θεσμῷ ἐπειλημμένοι, εἲτε πολίσματά γε εἴτε φρούρια εἶεν, ἡσυχίαν δὲ ἄγειν ἐφ’ ἑαυτῶν, καὶ ἥκιστα κατ’ ἀλλήλων παρατάττεσθαι, ἕως ἐς ἕτερόν τι μεῖξον καὶ τελεώτερον τὸ ἑκατέρωθεν ἄρχον σθμβαίη. ὁ μὲν οὖν Ζὶχ οὕτω τὰ τῆς πρεσβείας διαπραξάμενος, ἀπενόστησεν ἐς τὰ οἰκεῖα. τούτων δὲ τοῖς στρατηγοῖς ἀπηγγελμένων, ἔμενον αἱ δυνάμεις ἐπὶ χρόνον συχνὸν πάμπαν ἀπόλεμοι, καὶ τὸ πρὀτερον αὐτομάτως γιγνόμενον τότε δὴ οὖν ὑπὸ ξυνθήκαις ἐβεβαιοῦτο.