Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 3.1
Not analysed yet
γ΄. Τούτων δὲ οὐ πολλῷ ἔμπροσθεν πάλιν ἐν Βυζαντίῳ ἐξαισιόν τι σεισμοῦ χρῆμα ἐνέσκηψεν, ὡς μικροῦ ἅπασαν ἀνατετράφθαι καὶ διαῤῥυῆναι τὴν πόλιν. γέγονε μὲν γὰρ καὶ καθ᾿ αὑτὸν μέγιστος ἡλικος, καὶ ὁποῖος, οἶμαι, οὐπώποτε πρότερον, τῇ τε τραχύτητι τοῦ βρασμοῦ καὶ τῷ μονίμῳ τοῦ σάλου. ἔτι δὲ αὐτὸν φρικωδέστερον ὁ καιρὸς ἀπέδειξε καὶ ἡ τῶν ἐπισνμβάντων ἀνάγκη. ἡνίκα γὰρ ἐκείνου τοῦ ἔτους ἡ τοῦ φθινοπώρου ἔληγεν ὥρα, ἔτι τε τὰ ὑπὲρ τῶν ὀνομάτων συμπόσια ἐτελεῖτο, ᾗπερ τοῖς ῾Ρωμαίοις νενόμισται, κρύος μὲν ἤδη ὑπῆρχεν, ὁποῖον εἶναι εἰκὸς τοῦ ἡλίου ἐπὶ τὰς τροπὰς ἐλαύνοντος τὰς χειμερίους, καὶ πρὸς τὸν αἰγσκέρωτα φερομένου· καὶ μάλιστα ἐν τῷ κλίματι δήπου τῷ ὀγδόῳ καλῶς εἶχεν, ὅπερ, οἶμαιι ἐκ τοῦ Εὐξείνου πόντου παρὰ τοῖς ταῦτα σοφοῖς ἐπικέκληται. τότε δὲ ἀμφὶ μέσην τῆς νυκτὸς φυλακὴν ὕπνῳ μὲν οἱ ἀστοὶ εἰχοντο καὶ ἠρεμίᾳ, ἐνέπεσε δὲ ἐξαπίνης τὸ δεινὸν, καὶ ἅιπαπαω εὐθὺς ἐκ βάθρων αὐτῶν ἐδονεῖτο· ἥ τε κίνησις βιαιότατα κατ᾿ ἀρχὰς εἰσβαλοῦσα, ἐπὶ μεῖζον ἔτι ηὐξάνετο καὶ ἐπηυξάνετο, ὡσπερ ἐς ἐπίδοσίν τινα καὶ ὑπερβολὴν τοῦ πάθους χωροῦντος οὕτω δὴ οὖν ἁπάντων ἀφυπνισθέντων, κωκυτὸς ἠκούετο πάντοθεν καὶ ὀλολυγὴ, καὶ ἡ πρὸς τὸ θεῖον ἀναβοᾶσθαι αὐτομάτως τὼς ἐν τούτοις εἰωθυῖα φωνή· ἐπεὶ καὶ ἦχός τις βαρὺς καὶ ἄγριος, ὥσπερ χθονία βροντὴ, ἐκ τῆς γῆς ἀναπεμπομένη, ἐπηκολούθει τῷ κλόνῳ, καὶ ἐδιπλασίαζε τὰς ἐκπλήξεις. ὅ τε περιγειος ἀὴρ ὁμιχλῃ καπνώδει οὐκ οἶδα ὅθεν ἀναχθεισηῃ, κατεμελαίνετο· καὶ ἦν ἅπας ζοφερὸς καὶ οἷον γεγανωμένος. τοιγήτοι ἀλόγῳ τινὶ τὸ ἀνθρώπειον καὶ ἀνέξπὰστῳ ὑπὸ τοῦ δείματος ἐχόμενοι γνώμῃ, ὑπεξῄεσαν τῶν οἰκημάτων. καὶ αὐτίκα αἵ τε ἀγυιαὶ καἰ οἱ στενωποὶ ἐνεπίμπλαντο τοῦ ὁμίλου, ὥσπερ οὔχι καὶ ἐνταῦθα ἐνὸν, εἰ οὕτω τύχοι, διαφθαρῆναι. ξυνεχεῖς γὰρ ἁπανταχοῦ αἱ οἰκοδομίαι τῆς πόλεως καὶ ξυνημμέναι ἀλλὴλαις· καἰ σπανιαίτατα ἴδοι τις ἂν χωρίον ὕπαιθρον καὶ ἀναπεπταμένον καὶ παντάπασιν ἐλεύθερον τοῦ ἐπιπροσθοῦντος. ὅμως τῷ ἄνω τὰς ὄψεις ἰθύνειν καὶ τὸν οὐρανὸν ἁμωσγέπως ἐπιθεᾶσθαι, οὕτω τε τὸ θεῖον ἱλάσκεσθαι, ταύτῃ γοῦν αὐτοῖς ἡρέμα ὐποχαλᾷν ἐδόκει τὸ δεδιὸς τῆς ψυχῆς καὶ ταραττόμενον. καίτοι νιφετῷ ὀλίγῳ ὐπεῤῤα΄νοντο, καί ὑπὸ τοῦ κρύους ἐπιέζοντο· ἀλλ' οὐδ’ ὑπωρόφιοι ἐγίγνοντο, πλὴν εἰ μὴ ὁπόσοι ἐν ἱεροῖς ἕρκεσι καταφεύγοντες ἐκαλινδοῦντο. γύναια δὲ πολλὰ, μὴ ὅτι τῶν ἠμελημένων, ἀλλ’ ἢδη που καὶ τῶν ἐντιμοτάτων, ξυνηλᾶτο τοῖς ἀνδράσι καὶ ἀνεμίγνυτο· τάξις τε ἅπασα καὶ αἰδὼς καὶ ἡ τῶν γερῶν μεγαλαυχία, καὶ ὁ, τι ἐνθένδε ὑπερανέχον καὶ ἀποκεκριμένον, ἀνετετάρακτο ἐν τῷ τότε καὶ ἐπεπάτητο. οἵ τε γὰρ δοῦλοι τοὺς κεκτημένους περιεγρόνουν, καὶ τῶν ἐπιταγμάτων ἀνηκουστοῦντες ἐς τὰ ἱερὰ ξεμᾐεσαν, ὑπὸ τοῦ μείξονος νικώμενοι δέους· οἵ τε ἐλάττονες πρὸς τοὺς ἐν τέλει ἐς ἰσοτιμίαν καθίσταντο, ὡς δὴ κοινοῦ ἐπιπεσόντος κινδύνου, καὶ ἁπάντων οἰομένων οὐκ ἐς μακρὰν ἀπολεῖσθαι. συχναὶ μὲν οὖν ἐκείης τῆς νυκτὸς οἰκίαι καταβέβληνται, καὶ μάλιστα ἐν τῷ Ρηγίῳ, ἐπίνειον δὲ τοῦτο τῆς πόλεως· πολλά τε καὶ ἂτιστα θαύματ· α ξυνηνέχθη. πὴ μὲν γὰρ αἱ ὀροφαὶ, εἴτε λίθοις εἴτε ξύλοις ἐτύγχανον ἐσκευασμέναι, διέστησαν ἀπ’ ἀλλήλων, ἀρνησάμεναι τὴν ξυνέχειαν καὶ διαχανοῦσαι, ὡς τόν τε ἀέρα καὶ τοὺς ἀστέρας καθάπερ ἐν ὑπαίθρῳ χωρίῳ διορᾶσθαι, καὶ αὖθις ἀθρόον ἐς τὴν προτέραν ξυνᾐεσαν ἁρμονίαν· πὴ δὲ κίονες ἐν ὐπερᾠῳ τινὶ δωματίῳ ἱδρυμένοι, ἀνηκοντίξοντο, βίᾳ τοῦ βρασμοῦ, καὶ τοὺς ἐχομένους οἲκους ὑπεραλάμενοι ἐπὶ τοὺς πορρωτέρω, καθάπερ διασφενδονηθέντες, ἐκ τοῦ μετεώρου κατεφέροντο, καὶ ἅπαντα διερρήγνυον πη δὲ ἄλλα ἄττα φρικωδέστερα ξυνέβαινε, γενόμενα μὲν πολλάκις πρότερον, καὶ ἀεὶ ἐσόμενα ἔστ’ ἂν γῆ τε ᾐ καὶ φύσεως ἁμαρτήματα, τότε δὲ κατὰ τὸ μᾶλλον ἅπαντα ἅμα συνενηνεγμένα. συχνοὶ δὲ ἄνθρωποι τεθνήκασι τῶν πολλῶν τε καὶ ἠγνοημένων· τῶν γε μὴν δυνατῶν καὶ ἐν τῇ συγκλήτῳ βουλῇ ἀναγεγραμμένων Ἀνατόλιον μόνον διαφθαρῆναι ξυνέβη, ἂνδρα τῇ τε τῶν ὑπάτων ἀξίᾳ τετιμημένον, καὶ πρός γε τὸ φροντίδα τἰθεσθαι καὶ ἐπιμέλειαν τῶν βασιλέως οἲκων τε καί πημάτων ἀρχὴν εἰληχότα κουράτωρας δὲ τούτους καλοῦσι Ρωμαῖοι. ἐκεῖνος δὴ οὖν ὁ Ἀνατόλιος ἐτύγχανε μὲν καθεύδων ἐν τῷ εἰθισμένῳ θαλάμῳ, μάρμαρον δέ τι τῶν πλησιαίτατα τῆς κλίνης προσπεπηγότων τῇ οἱκοδομίαμ, καὶ εύπρεπῶς παρατεταμένων, ὁποῖα πολλὰ ἐς κόσμου καὶ πολυτελείας ἐπίδείξιν κατακολλῶσι τοῖς τοίχοις οἱ πρὸς ταῦτα δὴ τὰ περιττὰ καὶ οὐκ ἀναγκαῖα ποικίλματα πέρα τοῦ μετρίου διακεχηνότες· ἐκεῖνο δὴ οὖν τὸ ἄχθος ἀποῤῥαγὲν ὑπὸ τοῦ σάλου καὶ ἀφει- μένον, ἐμπίπτει γε αὐτῷ ἀμφὶ τῇ κεφαλῇ καὶ κατέαξεν ἅπασαν. καὶ ὁ μὲν εἰς τοσοῦτον μόνον ἀρκέσας ἐπὶ τῇ πληγῇ εἰς ὅσον ἀνοιμῶξαι βαρύ τι καὶ ὑποκάρδιον, πάλιν ἐπ᾿ αὐτῆς ἔκειτο τῆς εὐνῆς, τῷ θανάτῳ πεπιλημένος.