Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 2-3
Not analysed yet
β'. Θεόδωρος δὲ ὁ τῶν Ρωμαίων ταξίαρχος ὁρῶν τοὺς δυσμενεῖς ἀστρατηγήτους τε ὄντας καὶ οὐ μάλα ἐν τῷ ἀσγαλεῖ παραταττομένους, οὐδὲ πολλαχοῦ τοῦ περιφράγματος ἐγεστηκότας καὶ ἐγκειμένους, ἀλλὰ πάντας ἅμα ἐς ἕν τι μέρος ξυννενευκότας, ἐνίους μὲν τῶν ἀμφ’ αὐτὸν οὕτω κατὰ χώραν ἑστάναι, καὶ ἀντιπροσώπους διαμάχεσθαι παρακελεύεται· ἀπόμοιραν δὲ ὡς πλείστην ἐκ τοῦ ἀφανοῦς ἔστειλεν ὄπισθεν τοῖς βαρβάροις ἐπιπεσουμένους. οἱ δὴ λαθραιότατα πορθυόμενοι, καὶ κατὰ νώτου ἐπιφανέντες, ἠλάλαξαν ἀθρόον τορόν τι λίαν καἰ ἐνυάλιον, ὢστε ἀμέλει τοὺς Πάννους διακυκηθέντασ μηδέν τι ἕτερον ἐν βουλῆ θέσθαι ἢ τὸ ἀγεννῶς δραπετεύειν. οὕτω δὲ φεύγοντας αὐτοὺς οἱ Ρωμαῖοι, καὶ ὥπερ παράφρονας ὑπὸ τοῦ δέους γεγενημένους, ῥᾷστα διεχειριζοντο, καὶ δισχιλίους μὲν αὐτῶν ἀπεκτόνασι, τὸ δὲ λειπόμενον ἄλλος λος ἄλλοθι ἐσκεδάννυντο. οὕτω δὲ ἀνὰ κράτος ἅπαν τὸ γένος ᾑρηκὼς ὁ Θεόδωρος, ὁ δὲ βασιλεῖ διήγγειλε τὰ ξυνενεχθέντα, καὶ ἀνεπυνθάνετο, ὁ τι καὶ βούλοιτο ἐπὶ τούτοις. ὁ δὲ δασμοφορίαν αὐτοῖς ἐπιθεῖναι τακτὴν διακελεύεται ἀν᾿ ἕκαστον ἔτος ἐς τὸν ἔπειτα χρόνον τελεσθησομένην, ὡς ἐν ταύτῃ γοῦν διαγνοῖεν κατηκόους σφᾶς εἶναι καὶ ὑποτελεῖς καὶ παντάπασι δεδουλωμένους. καὶ τοίνυν ἀνάγραπτοι γε αὐτίκα ἐγιγνοντο ἅπαντες, καὶ φόρου ἀπαγωγῇ ἐπιέζοντο· ἐξ ἐκείνου τε μέχρι καὶ νῦν οὕτω τὰς εἰσφορὰς ἄγοντες διατελοῦσι. βασιλέα δὲ Ἰουστινιανὸν ὥσπερ τι, οἶμαι, τῶν μεγίστων ἔργων μάλα ἤρεσε τὸ γεγενημένον. τοιγάρτοι ἔν τινι τῶν οἰκείων νόμων, οὓς δὴ νεαροὺς ἐπονομάζομεν, τὰς ἄλλας ἀπαριθμούμενος νίκας καὶ τοῦδε τοῦ ἔθνους ἐν τοῖς μάλιστα ἐπεμνήσθη. τὸ μὲν οὖν τῆς Τζαννικῆς ἀλαζονείας ὧδέ πως ἐτελεύτα, καὶ αὖθις ὁ Θεόδωρος ἀνὰ τὴν τῶν Λαζῶν χώραν πὰρ τοὺς στρατηγοὺς ἐπανῆκε.