Ancient Greek · ~10 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 4-5
Not analysed yet
δ΄. Ἤδη δὲ ἡμέρας ἐπιφανείσης, ἀσμενέστατα ἐθεῶντο ἀλλήλους ὑπαντιάζοντες οἱ φίλτατοι καὶ ξυνήθεις, καὶ σὺν ὀλοφυρμῷ ἐμπλεκόμενοι ἠσπάζοντο σφᾶς ὡς ἕκαστοι, ἡδόμενοί τε ἅμα καὶ ἀπιστοῦντες. ἐπὶ δὲ Ἀνατόλιος νεκρὸς ἐφέρετο, καὶ ἐπὶ τὴν ταφὴν ἀπεχώρει, τότε δὴ ἔνιοι τοῦ ὁμίλου διεθρύλλουν, ὡς ἄρα ἐνδικώτατα εἴη ἀνῃρημένος, ἄδικός τε ἐς τὰ μάλιστα γεγονὼς καὶ πολλοὺς πολλὰ ὅσα τῶν οἰκείων ἀφῃρημένος, ὅτι τε αἱ γραπταί σανίδες ἐκεῖναι καὶ τὰ ῥάκη τὰ ὑποπόρφυρα ἐκ τόδε αὐτῷ ἀπετελεύτησαν, ἅ δὴ πολλὰ τοῖς τῶν εὐδαιμόνων οἴκοις θαμὰ ἐπάβαλλε, τὴν εἰς βασιλέα εὔνοιαν προϊσχόμενος, καὶ ταύτῃ ἅπαντα ἐσφετερίζετο, βιαζόμενος μὲν ἀναίδην καὶ ἀναῤῥηγνὺς τὰ βουλεύματα τῶν ἀποιχομένων, χαίρειν δὲ πολλὰ λέγων τοῖς νόμοις, οἵ δὴ τοὺς παῖθας κληρονμεῖν ἐθέλουσι τῆς τῶν φυσάντων περιυσίας. τοιαῦτα μὲν οὖν ἐν τοῖς πλήθεσιν ἐψιθυρίζετο, καὶ ἐδόκει διαφανῶς ἡ αἰτία τοῦ ξυνενεχθέντος εὑρῆσθαι. ἐγὼ δὲ ἀμφὶ ταῦτα λίαν διαπορῶ, καὶ οὐκ ἔχω ἀπισχυρίσαθαι, ὅτῳ δὴ τρéπῳ συμβαίνει. 77 γὰρ ἂν εὐκτόν τι χρῆμα ἦν ὁ σεισμὸς καὶ πολλοῦ ανξιος ἐπαίνου ,εἴγε διακρίνειν ἠπίστατο τοὺς μοχθηροὺς ἀπὸ τῶν ἀγαθῶν, καὶ τοὺς μὲν ἀνῄρει κακῶς, τοῖς δὲ ἐσπένδετο καὶ ’S,vv£ytoQ£t. καίτοι εἰ καὶ ἄδικον ὡς ἀληθῶς δοίημεν ἐκεῖνον γεγονέναι, ἀλλ’ ἦσαν καὶ ἄλλοι πλεἴοτοι ἀνὰ τὴν πόλιν παραπλήσιοι, μᾶλλον μὲν οὖν καὶ ἀδικώτεροι· πλὴν ἀλλ’ ’6 μὲν ἀνήρπαστο ἐξαπίνης, οἱ δὲ ἀπαθεῖς μεμενήκασιν. ουνκουν, οἶμαι, δῆλον οὐδὲ ῥᾴδιον διαγνωσθἴναι, ἀνθ’ ὅτου μόνος ἔξ ἁπάντων Ἀνατόλιος ἀπεβίω· ἔπει καὶ ὁ Πλάτωνος λόγος ἀθλίους κατὰ τὸ μᾶλλον ἄναί φησι καί κακοδαιμ́ονας τοὺς, ὅσοι κάκιστα βιοῦντες μὴ ἐνταῦθα δίκας ἀποτίσαιεν τῶν ἡμαρτημένων, ἢ ὀλέθρῳ βιαίῳ ἄh λῶς πως τετιμωρημένοι, ἀλλ’ οὕτως ἀπέλθοιεν καθάπερ οἱ στιγματίαι τῶν οἰκετῶν τοῖς ἀδικήμασι πεπελιδνωμένοι, καὶ τὸ μὴ ἐκ· κεκαθάρθαι ἀπον̣εὸδάναντες· ὥστε εἰ τοῦτο θπέον, εὐτυχέστερος ἄρα ἦν ἐν αὐτοῖς ὁ πεπονθὼς τοῦ σεσωσμένου. ἀλλ’ ἐκείνην μὲν προσεῖναι τὴν δόξαν ταῖς τῶν ἀνθρώπων ψυχαῖς καὶ ἐμπεπηγέναι ὡς μάλιστα ἐατέον. ἴσως γὰρ ἂν ἔνιοι τῶν πονηρῶν, δέει γοῦν τοῦ κακῶς ἀπολεῖσθαι, μπαβάλλοιντο ἐπὶ τὰ μέτρια. εὔδηλον δὲ, ὡς οὔτε εἰ περιῇ τις ἐπιπολὺ Ναὶ ἀδεῶς εύημεροίη, ἀπόχρη τοῦτο εἰς ἀπόδειξιν δικαιοσύνης, οὔτε πάντως τὸ τεθνάναι, εἰ καὶ ὠμότατα, ἒλεγχος ἂν ὄη τοῦ πλέον ἀδίκου· ἀλλὰ τὴν ἀληθεστάτην βάσανόν τε καὶ ἀντίδοσιν τῶν ἐνταῦθα βεβιωμένων, ἥτις ποτέ ἐστιν, ἐκεῖσε ἐλθόντες εἰσόμεθα. λεγόντων μὶν οὖν περὶ τούτων ἂλλοι, τυχὸν μὲν ταῦτα τυχὸν δὲ ἕτερα, ὢσπη ἐκάστῳ ᾖ βουλομένῳ· ἐμοὶ δὲ τοῦ προτέρου λόγου μεταληπτέον.