Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 1-4
Not analysed yet
α'. Oὕτω μὲν οὖν τὰ μιγάλα καὶ ἀμφήριστα γένη κατὰ τὸ ξuγκείμενον τὰ ὅπλα ἔθεντο, καὶ ἠρεμοῦντα ἐπὶ μακρότατον διετέλουν, ὡς μηδὲν ὁτιοῦν τόγε ἐπ᾿ ἐκείνοις ὁπότερον γοῦν αὐτῶν διαπονεῖσθαι. ἐν τούτῳ δὲ οἱ Τζάννοι τὸ ἔθνος· οἰκοῦσι δὲ τὰ πόλιν· νότον ἄνεμον τοῦ Εὐξείνου πόντου, ὑπὸ Τραπεζοῦντα τὴν πόλιν· οὗτοι δὴ oὖνοἱ Τζάννοι, καίτοι ἐκ παλαιοῦ ὑπόσπονδοί τε καὶ κατήκοοι τῶν ῾Ρωμαίων γεγενημένοι, ἀλλὰ τότε τὸ μέν τι αὐτῶν εἴχετο τῶν προτέρων, καὶ ἀκολασταίνειν οὐ λίαν ἐγνώκει, οἱ δέ γε πολλοὶ παρέντες τὰ καθεστῶτα, λῃστρικώτερον ἐβιότευον, καὶ καταθέοντες τὰ ἀμφὶ τὸν Πόντον χωρία, τούς τε ἀγροὺς ἐλεηλάτουν καὶ τοὺς ὁδοιπόρους ἐσίνοντο· ἐπέβαινον δὲ καὶ Ἀρμενίας, ὅποι παρείκοι, καὶ ἁρπαγὰς ἐποιοῦντο, καὶ οὐδὲν ὁτιοῦν ἐφρόνουν ἀλλοτριώτερον τῶν διαφανῶν πολεμίων. τοιγάρτοι στέλλεται ἐπ᾿ αὐτοὺς Θεόδωρος, ὁ σφῶν μὲν ὁμόφυλος, τὰ δὲ πρωτεῖα φερόμενος ἐν τοῖς ῾Ρωμαϊκοῖς ταξιάρχοις· πολλάκις δὲ, οἶμαι, τούτου καὶ πρότερον ἐπεμνήσθην. ἅτε γὰρ τῆς οἰκείας χώρας δαημονέστατος, καὶ ὅθεν ἐμβάλλειν ἄριστα ἤμελλε, καὶ ὅποι ἐναυλίσασθαι, καὶ ὅπως τοὺς δυσμενεῖς ἀνιχνεῦσαι ἐς τὸ ἀκριβὲς ἐπιστάμενος, εἰκότως ἄρα ἐκεῖνος, ἐκ βασιλέως αὐτῷ προστεταγμένον, ἐπι τήνδε τὴν πρᾶξιν ἐχώρει. ἄρας δὴ οὖν ἐκ τῆς Κολχίδος γῆς ξὺν ἀποχρώσῃ στρατιᾷ, καὶ τὰ ἐκτὸς Φάσιδος ποταμοῦ πστσμειψάμενος ὅρια ἐπὶ δυόμενον ἢλιον, αὐτίκα ἐς τὰ ἐνδότατα τῆς τότε πολεμίας ἐφοίτα. στρατοπεδευσάμενος δὲ ἀμφὶ Θεοδωριάδα τὴν πόλιν καὶ τὸ Ῥίζαιον καλούμενον, αὐτοῦ χαράκωμα τῷ στρατῷ περιβαλόμενος, τὸ μὲν ἠρεμοῦν εντι καὶ φίλον καὶ οὔπω παρατετραμμένον μετακαλούμενος, δώροις τε ἐφιλοφρονεῖτο καὶ ὑπεραγάμενος ἦν τῆς εὐβουλίας τοὺς δὲ ἀποστάντας ἀνέδην καὶ παρασπονδήσαντας τίσασθαι ὡς τάχιστα τῷ πολέμῳ παρεσκευάζετο. ἀλλ’ ἐκεῖνοι οὐδέν τι μελλήσανοτες, προεπῄεσαν τῷ ἐρύματι, καὶ δὴ ἐπὶ λόφῳ τινι ἀγχοῦ που ὐπερανέχοντι ἐς πλῆθος ξυναγερθέντες, κατηκόντιζον τῶν Ρωμαίων ἐξ ὐπερδεξίων καὶ κατετόξευον, ὡς ἅπαν τὸ στράτευμα διαταραχθῆναι τῷ ἀδοκήτῳ τῆς τόλμης. πολλοὶ δὲ ὅμως ὑπεκβάντες, ἀντεπεφέροντο μὲν προθυμότατα τοῖς ἐναντίοις, οὐ μὴν ἐν τάξει ἐχώρουν, οὐδὲ ἀνέμενον, ὅπως αὐτοὺς ἐς τὸ χθαμαλὸν τοῦ πεδίου ἐκκαλέσοιντο· ἀλλ’ ὀργῇ ἐχόμενοι καὶ ἀκοσμίᾳ, σμίᾳ, ἐγκαρσίους πως τίς ἀσπίδας ὑπὲρ τὰς κεφαλὰς προεβέβληντο, ἠρέμα ὑποκεκυφότες, ναὶ πρὸς τὸ ἂναντες ἐπειρῶντο ἀναρριχᾶσθαι οἱ δὲ Τξάννοι θαμὰ βάλλοντες ἐκ τοῦ μετεώρου δόρασί τε καὶ πέτραις κυλινδουμέναις, ῥᾳδίως αὐτοὺς ἀπεκρούσαντο, καὶ ἐπεκδραμόντες μέχρι μὲν τεσσαράκοντα ἀνδρῶν ἒκτειναν τοὺς δὲ ἄλλους ἐς φυγὴν ἔτρεψαν ἀκλεεστάτην. ἀρθέντες δὲ οἱ βαὸβαροι τῷ παραλόγῳ τοῦ προτερήματος, έν χρῷ τῷ στρατοπέδῳ ἐπέλαζον· ἐνταῦθά τε μάχη ξυνέστη καρτερὰ, τῶν μὲν εἴσω παρελθεῖν ἱεμένων καὶ ἅπαντας ἀναρπάσασθαι, τῶν δὲ Ρωμαίων αἰσχρὸν εἶναι ἡγουμένων, οὐ μόνον εἰ μὴ θᾶττον ἀπελάσαιεν τοὺς πολεμίους, ἀλλ’ εἰ καὶ μὴ ἄρδην αὐτοὺς διαφθείρωσιν. ὠθούμενοί τε ἑκάτεροι ἀλλήλους καὶ ἀντερείδοντες, καὶ ταῖς χερσὶ συμπλεκόμενοι, οὐδενότι ἀνίεσαν εὐψυχίας· ἀλλ’ ἦν οὕτως ἐπιπλεῖστον τὰ τοῦ ἀγῶνος ἀγχώμαλα, πατάγου τε πολλοῦ καἰ βοῆς συμμίκτου ἀνάπλεα καὶ οὔπω διακεκριμένα.