Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 4-2
Not analysed yet
δ΄. Ἐν ᾦ δὲ ταῦτα ἐν Βενετίᾳ ξυνέβαινε, Βουτιλῖνος ἅτερος στρατηγὸς, τὰ μέχρι τοῦ πορθμοῦ τῆς Σικελίας πολίσματά τε καὶ φρούρια σχεδόν τι ἃπαντα λυμηνάμενος, αὖθις ὡς τάχιστα ἰθὺ Καμπανίας τε καὶ Ῥώμης. ἠκηκόει τὸν Ναρσῆν καὶ τὰς βασιλέως δυνάμεις αὐτοῦ που ἠθροῖσθαι. καὶ ἠβούλετο μὴ μέλλειν ἔτι μηδὲ ἀλᾶσθαι, ἀλλὰ παντὶ τῷ στρατῷ παραταξάμενος, τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ἀναῤῥίοψαι· ἐπεὶ κὼ μέρος τι οὐκ ἐλάχιστον καὶ τῆς ἀμφ’ αὐτὸν νόσῳ ἑαλώκει καὶ διεφθείρετο. ἤδη γὰρ τοῦ θέρους λήγοντος, καὶ τοῦ φθινοπώρου ἀρχομένου, αἱ μὲν ἄμπελοι τῷ καρπῷ ἐβρίθοντο, οἱ δὲ χήτει τῶν ἄλλων ἐπιτηδείων, ἅπαντα γὰρ τῷ Ναρσῆ ἐμφρονέστατα προδιήρπαστο,) οἱ δὲ τοὺς βότρυς ἀφαιρούμενοι, καὶ ταῖς χερσὶ διαθλίβοντες, ἐνεφοροῦντο τοῦ γλεύκους, αὐτοσχεδιάζοντες τὸν ἀνθοσμίαν. ἐνθένδε τε αὐτοῖς ἡ γαστὴρ ἐπιμέγα ἐφέρετο καὶ διέῤῥει, καὶ τὸ μέν τι ἔθνησκεν αὐτίκα, ἦσαν δὲ οἱ καὶ διεγίγνοντο. πρὶν γε δὴ οὖν καὶ ἅπασιν ἐκνικῆσαι τὸ πάθος, ἐδόκει οἱ εἶναι πολεμητέα ἐς ὅ, τι ἐκβαίη. καὶ τοίνυν ἀφικόμενος ἐς Καμπανίαν, στρατοπεδεύεται οὐ πόῤῥω Καπύης τῆς πόλεως, ἀμφὶ τὰς ὄχθας τοῦ Κασουλίνου ποταμοῦ. ὃς δὴ ῥέων ἐκ τοῦ ὄρους τοῦ Ἀπιν- ναίου, καὶ ἀνὰ τὰ ἐκείνῃ πέδια περιελιττόμενος, ἐς τὴν Τυρσηνικἠν φέρεται θάλατταν. ἐνταῦθα δὴ οὖν ἱδρύσας τὸν στρατὸν, χαράκωμά τε περιεβάλετο καρτερὸν, καὶ ἐπεποίθει τῷ χώρῳ· ὁ γὰρ ποταμὸς αὐτῷ ἐν δεξιᾷ ὑποῤῥέων ἀντ᾿ ἐρύματος εἷναι ἐδόκει τοῦ μὴ τινα ἐπιέναι, καὶ τοὺς τῶν ἁμαζῶν τροχοὺς, ἃς δὴ ὡς πλείστας ἐπήγετο, στοιχηδὸν ἐς ἀλλήλους ἁρμόσας, ἐνέπηξε τὰ ὀπίσω τῷ ἐδάφει, ἄχρι καὶ ἐς τὰς πλήμνας περιχώσας, ὡς μόνα τὰ ἡμικἴκλια ὑπερανέχειν καὶ προβεβλῆσθαι. τούτοις δὴ οὖν καὶ ἑτέροις ξύλοις πολλοῖς ἅπαν τὸ στράτευμα ἐρυμνώσας, ἔξοδόν τινα οὐ μάλα εὐρεῖαν καταλέλοιπεν κενὴν τῶν περιφραγμάτων, ὡς ἐκ τῆσδε αὐτοῖς ἐξείη ῥᾳδίως ᾖ βούλοιντο κατὰ τῶν πολεμίων ἐφόδους τε καὶ ἐπανόδους ποιεῖσθαι. ὅπως δὲ ἂν αὐτῷ μηδὲ τὰ τῆς γεφύρας τοῦ ποταμοῦ ἀφύλακτα εἴη, μηδέ γε ἐνθένδε πημαίνοιτο, προκαταλαμβάνει τε αὐτὴν, καὶ πύργον τινὰ ξύλινον ἐνταῦθαι τεκτηνάμενος, ἐφίστησιν ἐν αὐτῷ ἄνδρας ὁπόσους οἶόν τε ἦν μαχίμους τε καὶ ἄριστα ὡπλισμένους· ἐφ᾿ ᾦ ἐκ τοῦ ἀσφαλοῦς ἀμύνεσθαι, καὶ ἀπερύκειν τοὺς 'Ρωμαίους διαβησείοντας. οὕτω δὲ ἕκαστα διαθεὶς, ᾤετό οἱ τὰ παρόντα ἐν δέοντι παρεσκευάσθαι, ὡς καὶ ἐν αὐτῷ δή που κεισόμενον πολέμου κατάρχεσθαι, καὶ οὐ πρότερον μάχης ἐσομένης, πρὶν ἂν ἐκείνῳ εἴη βουλομένῳ. καὶ τὰ μὲν ἀμφὶ τῷ ἀδελφῷ ἐν Βενετίᾳ ξυμβαίνοντα οὔπω ἐπέπυστο, ἐθαύμαζεν δὲ ὅτι δὴ αὐτῷ κατὰ τὸ ξυγκείμ́ενον τὸ στράτευμα οὐκ ἐπεπόμφει· καἰ ὑπετόπαζεν, ὡς οὐκ ἂν ἐς τοσοῦτον ἐμέλλησεν, εἰ μή τι αὐτοῖς ξυνηνέχθη δεινὸν ξουν· πλὴν ἀλλὰ καὶ ἐκείνων ἄνευ περιέσεσθαι τῶν πολεμίων ἡγεῖτο, ἅτε δὴ τῷ πλήθει καὶ ὣς ὑπερβάλλων. ἐς τρεῖς γὰρ αὐτῷ μάλιστα μυριάδας μαχίμων ἀνδρῶν ἡ λειπομένη στρατιὰ ξυνετάττετο· ἡ δὲ τῶν Ῥωμαίων δύναμις μόλις ἐν χιλιάσιν ἐτύγχανεν οὖσα.