Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 4-4
Not analysed yet
δ΄. „Εἰ δέ γε καὶ γυμνὴν τὴν διάνοιαν ἐξεταστέον, φανήσονται καὶ ταύτῃ δύσνοι καὶ κάκιστοι, ὡς δὴ τὰ τοὺς Πέρσας ἀρέσκοντα βεβουλευμένοι· ὥστε οὐδὲ Ῥωμαίους ὀνομάζειν τούσδε τοὺς μιαιφόνους προσήκει, οὐδὲ ὡς ὁμοφύλοις μετ᾿ εὐνοίας διαιτητέον αὐτοῖς, ὅτι μὴ καθάπερ λίαν ἐχθίστοις, ἐπεὶ καὶ ἤδη τῷ κοινῷ τῆς φύσεως νόμῳ μεμερισμένοι τυγχάνουσι, κἂν μήπω τῷ παρ’ ὑμῖν γεγραμμένῳ. τὸ γὰρ ἀντίπαλον καὶ ἀλλότριον τοῖς ἔργοις γνωρίζεσθαι χρὴ, οὐ τῷ πορρωτέρω τετάχθαι. ὁ δὲ, οἶς ἂν ἡσθεῖεν οἱ δυσμενεῖς, προὔργου ποιούμενος, πολέμιος ἂν κριθείη δικαίως, κἂν σνμ- παρῆ, κἂν συστρατεύοιτο, κἀν ὡς ἐγγύτατα τῷ γένει συνῆπται. ἀλλὰ γὰρ οὐ φίλον οὐδὲ βασιλέα φασιν ἀπεκτονέναι, πολέμιον δὲ μᾶλλον καὶ τύραννον καὶ τὰ Περσῶν ἐσπουδακότα. πρὸς τοῦτο γὰρ ἐληλάκασι παρανομίας, ὡς μηδισμοῦ διώκειν τὸν κείμενον· καὶ περιέστηκε τῷ δειλαίῳ μηδὲ τεθνηκότι τῶν δεινῶν ἀπηλλάχθαι, ἀλλὰ νῦν προδοσίας φεύγειν γραφὴν ὅτε μηδὲν πλέον ἕξει νικῶν. ποῖος δὲ νόμος ἢ παρ’ ὑμῖν ἢ παρὰ βαρβάροις ἐπαινέσειεν ἂν κατηγορίαν ἐν ὑστέρῳ τῆς χρίσεως γιγνομένην; κριταὶ γὰρ αὐτοὶ καὶ δυσμενεῖς καὶ κατήγοροι, καὶ ἅμα πάντα καταστάντες, τιμωρίαν μὲν ταπως τῳ μηδὲν ἡμαρτηκότι προσήγαγον, ὁποίαν εἰκὸς ἢν ὑποσχεῖν τὸν ὡς ἀληθῶς τυραννίδος ἁλόντα. ἥκουσι δὲ νῦν, δέον ἀπολογεῖσθαι, καταιτιώμενοι τὸν ἠδικημένον· καίτοι ἐ- χρῆν αὐτοὺς πρὶν ἀνελεῖν, εἰ γε ταῖς αἰτίαις ἐπεποίθεσαν, ἐμφανῶς τὴν πρὸς αὐτὸν ἐνστήσασθαι δίκην, καὶ πρώτους ἐγκαλεῖν, ἀλλὰ μὴ νῦν κατηγορημένους ἀντεγκαλεῖν. εἰ γὰρ τοῦτο πᾶσιν ἐφεῖται, τί δήποτε ἄρα μὴ καὶ ἡμεῖς τούσδε τοὺς μιαιφόνους αὐτοχειρίᾳ διεχρησάμεθα; παρὸν ἡμῖν, πρὸς δίκην τυχὸν ἀγομένοις, ἀντεπιφέρειν αὐτοῖς καὶ τεθνηκόσι τὰ παρ’ αὐτῶν πρότερον ἡμαρτημένα, καὶ ταύτῃ πειρᾶσθαι δεικνύειν τὸ εὐλόγως ἀνθημαρτηκέναι, μᾶλλον γὰρ ἡμεῖς, ἔπι σαφέσι τοῖς προϋπηργμένοις χαλεπήναντες, ἐνδίκως ἂν ἠμυνόμεθα τούτους· καὶ τὰ τῆς ἀντιλογίας προσηκόντως ἐχώρει. ἀλλ’ οὐδὲ πρὸς ἡμῶν οὐδὲ πρὸς ἑτέρων τὰ τοιάδε τολμᾶσθαι χρεὼν, εἴ γε κατὰ τοὺς Πατρίους ὑμῖν νόμους πολιτευτέον. φέρε γὰρ τοῖς βουλομένοις ἐξῇ τοὺς οἰκείους δυσμενεῖς οὕτω πως ἀθρόον ἀποκτιννύναι, καὶ τοῦτο πολλάκις γιγνόμενον μέχρι τοῦ ἐπ’ ἄπειρον ἤδη τολμᾶσθαι προσενεχθείη, πῶς ἂν ὑμῖν τὸ γοῦν κρίνειν ἀδεῶς ἐν βεβαίῳ διαμένοι; ἁπάντων γὰρ ἀναιρούντων τε καὶ ἀναιρουμένων, καὶ ταῖς ἀντεπιβουλαῖς χρῆσθαι κατ᾿ ἀλλήλων θαῤῥούντων, οὐκ ἂν φθάσοιτε τὰς τιμωρίας ἐπάγοντες, ἀλλὰ διαφθαρεῖται μὲν εἰκῆ τὸ ὁμόφυλον, προαφαιρήσει δὲ τὸν τῆς ἒξετάσεως καιρὸν ἡ τῶν ἀντιδρώντων ἑκάστοτε παρανομία.