Ancient Greek · ~10 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 5
Not analysed yet
ε'. „Καίτοι τι δεινὸν εἶναί φασιν, εἶπερ ἑνὸς ἀνδρὸς καὶ τούτου προδότου διαφθαρέντος, ἅπαν ὑμῖν τὸ συμμαχικὸν σωφρονέστερον καθεστήξει; προδοτῶν μὲν οὖν ὡς ἀληθῶς καὶ πλείστων ὅσων ἀπολλυμένων, εἰ καὶ μηδὲν ἕτερον τῶν ὠφελίμων τοῖς ἀνῃρηκόσι προσγένοιτο, ἀλλ’ αὐτό γε τὸ τοὺς τοιούτους θνήσκειν ἀρκούντως ἔχει πρὸς ὄνησιν. εἰ δὲ προδοσίας μηδαμῶς ἀποδεδειγμένης, ἠφάνισται τις ἀθρόον τῶν σφόδρα λογίμων καὶ τετιμώρηται, καθάπερ διαφανῶς ἐγνωσμένος, πῶς ἂν ὑμῖν ἐνθένδε τὸ συμμαχικὸν σωφρονήσειε; πῶς δὲ οὐκ ἂν μᾶλλον καὶ διαλύσαιεν τὰ συγκείμενα, εἴ γε κοινωνοὺς ὑμᾶς ὑπάρχειν τοῦ μιάσματος οἰηθεῖεν; λογιζόμενοι, ὡς εἴ γε πρὸς τοὺς οἰκειοτάτους ὑμῖν καὶ συνήθεις φειδοῦς ἥκιστα μέτεστι καὶ δικαιοσύνης, σχολῇ γε ἂν βέβαιοι διαμενεῖτε πρὸς τοὺς ἀλλογενεῖς καὶ ὀθνείους, καὶ τῆς προσπεσούσης χρείας, οὐ περαιτέρω γνωριζομένους. ἀλλ᾿ οὔτε μετειλήφατε τοῦ βουλεύματος, οὔτε τὸ τούτοις ἰδίᾳ προσκείμενον ἄγος ἐπὶ τὸ ούμπαν τῶν Ῥωμαίων ἔθνος ἀναδραμεῖται· οὔτε τὴν πάλαι πέρὶ ὑμῶν κρατήσασαν δόξαν, ὡς ἄρα πιστοὶ τὰ ἤθη καὶ βέβαιοι καθεστήκατε, καὶ δικαίοις χρῆσθε νόμοις, ἡ τούτων νικήσει κακοδαιμονία. τοὐναντίον γὰρ καὶ ἡγούμεθα τὸ παρὸν δικαστήριον ὑπὲρ τῆς κοινῆς τοῦ γένους εὐκλείας συνεστηκέναι, ὅπως ἂν ἅπαντες ἄνθρωποι γνοῖεν, ὡς οὐδαμῶς ἦν ὑμῖν βουλομένοις τοιαῦτα τοὺς Κόλχους δεινὰ καὶ βίαια πεπονθέναι. νῦν μὲν γὰρ ἔσως ἐφ᾿ ἑκάτερα τῶν πολλῶν φοιτῶσιν αἱ γνῶμαι, καὶ τὰ τῆς δοκήσεως ἐπ᾿ ἀδήλῳ φέρεται τρόπῳ. ἐκ δὲ τῆς σῆς, ὦ δικαστὰ ,κρίσεως τούτων ὅσον οὔπω διαφθειρομένων, γενήσεται καὶ νῦν γνωριμώτερον, ὡς οὐ προδόται τῶν οἰκέων, ἀλλὰ σωφρονισταὶ τῶν ἀδικούντων εἶναι πεφύκατε. εἰ γὰρ καὶ τοῖς λόγοις ἀπολογεῖσθαι δοκοῦσιν, ἀλλ᾿ ἔργῳ κατηγοροῦντες σφῶν αὐτῶν ἀποδείκνυνται καὶ τὸ παράλογον τῆς μιαιφονίας ὁμολογοῦντες. τὸ μὲν γὰρ βασίλειον γράμμα παρακελεύεται τοῖς στρατηγοῖς στέλλειν κατὰ τὸ Βυζάντιον τὸν Γουβάζην, πειθοῖ μὲν τὸ πρῶτον, ἀνηκουστοῦντα δὲ καἰ πρὸς ἀνάγκης, ἐναντιούμενον δὲ καὶ βιαζομένοις· ἀποκτεῖναι δὲ Πρίν ἂν ἐκεῖνος, ἐς τελεωτάτην ἀπόστασιν ἀφιγμένος, τὰ πολεμίων δρᾷν προαχθείη. οἱ δὲ καὶ ταῦτα μήτε στρατηγοὶ καθεστῶτες, μήτε ἄλλως ἐφειμένον αὐτοῖς ἀδεῶς ὃ βούλοιντο πράττειν, παραχρῆμα τὸν δείλαιον ἀπεκτόνασιν, οὔτε κατὰ τὸ Βυζάντιον αὐτὸν γενέσθαι προτρέψαντες, οὔτε μὴν ὥσπερ ἀπειθοῦντι μετρίαν γοῦν ἀνάγκην ἐπαγαγόντες, οὔτε τὴν ἀρχὴν ἐς πεῖράν τινα καταστάντες, εἴπερ ὁτῳδηοῦν τρόπῳ τοῦ προστάγματος ὀλιγωρήσει καίτοι μεγαλαυχοῦσι καὶ βρενθύονται, ὡς τὰ βασιλεῖ δοκοῦντα διανύσαντες, οἵγε καὶ τὴν ἐκείνου περιορῶντες πεφήνασι γνώμην, ψευδέσι τε χρῆσθαι πρότερον κατὰ Γουβάζου διαβολαῖς τετολμηκότες, καὶ τἀναντία τῶν εὖ διατεταγμένων αὐτεπαγγέλτως ἒξειργασμένοι, καὶ, τὸ δὴ πόντων παρανομώτερον, οὔτε τὴν ἐπιστολὴν ἐπιδείξαντες, ὥστε τῶν ἐγγεγραμμένων γνωσθέντων τὸ πρακτέον ἑλέσθαι.