Ancient Greek · ~7 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 4-3
Not analysed yet
δ΄. Οὕτω δὲ ἐπὶ τῶν ἵππων ἥμενοι ἅπαντες, διελέγοντο ἀλ- λήλοις ὅπως τὰ παρόντα θετέον· καὶ τοίνυν ὁ Ῥούστικος „ἄγε” ἔφη „ὦ Γουβάζη, ὅπως ἡμῖν συνάροιο καὶ συνεπιλήψῃ πόνου κατὰ Περσῶν ἰοῦσι, τούτων δὴ τῶν ἐς Ὀνόγουριν ἱδρυμένων. αἰσχρὸν γὰρ εἰ καθεδοῦνται ἀδεῶς ἐπιπλεῖστον ἐν μέσῃ τῇ ἡμετέρᾳ χώρᾳ, καὶ ταῦτα ὀλίγιστοι ὄντες καὶ οὐδαμῶς ἀξιόμαχοι”. ἀλλ’ ὑμᾶς γε μόνους’’ ἦ δὲ ὁ Γουβάζης ὦ γενναῖοι, ἐν τῷδε διαγωνίσασθαι, ὡς καὶ μόνους ξυνενεχθέντων αἰτιωτάτους. εἰ γὰρ μὴ ῥᾳστώνῃ πολλῇ ἀμφὶ τὰ πρακτέα εἴχεσθε καὶ ὀλιγωρίᾳ, οὔτ’ ἂν τὸ φρούριον ἡμῖν τοῦτο ἐπετειχίζετο, οὔτε οὕτως ἀκλεᾶ φυγὴν κὼ ἀσχήμονα ὑποστάντες ἐδραπετεύετε, οὔτε ἄλλο τι ἐγίγνετο τῶν οὐ προσηκόντων. νῦν δὴ οὖν, ὦ λῷστοι, εἰ γε δόξῃς ἐρασταὶ εἶναί φατε καὶ στρατηγικῷ φρονήματι γάννυσθε, τὸ παρειμένον ὑμῖν ἀνακλητέον. ὡς ἔγωγε οὔ ποτε ἕψομαι, οὐδὲ ξυνδιακινδυνεύσαιμι, πρὶν ἂν· ἅπαντα ἐκθεραπευθείη πρὸς ὑμῶν τὰ ἡμαρτηβμένα”. τούτων δὲ εἰρημένων, αὐτίκα, ὡσπερ τῆς ἀντιλογίας ἀποχρώσης πρὸς ἔλεγχον τοῦ μηδισμοῦ καὶ τυραννίδος μεμελετημένης, ὁ Ἰωάννης ἐκεῖνος, ὁ τῶν δεινῶν ἀγγελιαφόρος, σπασάμενος ἠρέμα τὸ ἐγχειρίδιον, παίει τὸν Γουβάζην ἀμφὶ τὸ στέρνον, οὔπω καιρίαν. ὁ δὲ, ἐτύγχανεν γὰρ ἐναλλάγδην ἔχων τὼ πόδε ὑπὲρ τὸν αὐχένα τοῦ ἵππον,) ἀθρόον κατέπεσεν, οὐ τοσοῦτον, οἶμαι, τῇ πληγῇ τῆς χειρος, σὸν τῷ ἀπροσδοκήτῳ καταβεβλημένος. ἰλυσπώμενον δὲ αὐτὸν ἔτι καὶ ἀναστησείοντα παραστὰς ὁ τοῦ Ῥουστίκου δορυφόρος, προστεταγμένον αὐτῷ, καἰ ξίφει πατάξας τὴν κεφαλὴν, τελεώτατα κατακτείνει. οὕτω μὲν οὖν τὸν Γουβάζην καὶ ἐπὶ τοῖσδε φασιν οἱ τὰ ἀκριβέστατα γιγνώσκειν πεπιστευμένοι. Ἰουστῖνος δὲ καὶ Βούζης ἤσχαλλον μὲν καὶ ἐδυσφόρουν, καὶ ξυμφορὰν τὸ πραχθὲν ἐποιοῦντο, ἡσυχίαν δὲ ὁμῶς ἦγον, οἰόμενοι βασιλέα Ἰουστινιανὸν ταῦτα σαφῶς ἐπιστεῖλαι. ὁ δὲ τῶν Λαζῶν ὅμιλος διεταράχθη τε ἅπας, καὶ δυσθυμίᾳ κατείγοντο, ὡς μηδὲ ἀναμίγνυσθαι τολοιπὸν τοῖς Ῥωμαίοις, μήτε ξυνεπιστρατεύειν αἱρεῖσθαι, ἀλλὰ τὸν νεκρὸν ᾗ νενόμισται καταχώσαντες, ἔμενον οὕτω ἀπόμαχοι, ὡς δὴ δεινὰ ὑβρισμένοι καὶ τὴν πάτριον δόξαν ἀποβεβληκότες.