Ancient Greek · ~10 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 6-3
Not analysed yet
ς΄. πάλιν δὲ ἐν τῷ τότε οἱ περὶ τῶν ἀναθυμιάσεων λόγοι ἐλέγοντό τε καὶ ἀντελέγοντο· καὶ ἦν πολὺς ἀνὰ τοὺς ξυλλόγους ὁ Σταγειρίτης ὀνομαζόμενος, νῦν μὲν ὡς ὁρθότατα εἲη περὶ τούτων φυσιολογήσας καὶ διαγνοὺς τὰς αἰτίας, νῦν δὲ ὡς ἥκιστα τοῦ ἀληθοῦς ἐστοχασμένος. ἔνιοι δὲ τὴν ἐκείνου βεβαιοῦν οἰόμενοι δόξαν, ὅτι δὴ πνεῦμα παχὺ καὶ καπνῶδες ὐτὸ τοὺς σήραγγας τῆς γῆς περιειργόμενον τὰς τοιάσδε ποιεῖται κινήσεις, προὐτίθεσαν ἐν τῷ λόγῳ τοῦτο δὴ τὸ ὑπὸ Ἀνθείου πρότερον μεμηχανημένον. οὗτος γὰρ δὴ ὁ Ἀνθέμιος, πατρίς μὲν αὐτῷ ὑπῆρχεν αἱ Τράλλεις ἡ πόλις, τέχνη δὲ τὰ τῶν μηχανοποιῶν εὑρήματα, οἱ δὴ τὴν γραμμικὴν θεωρίαν ἐπὶ τὴν ὕλην κατάγοντες, μιμήματά τινα καὶ οἷον εἴδωλα τῶν ὂντων δημιουργοῦσι. γέγονε δὲ ἄριστος ἐν αὐτοῖς εἰς τὰ μά- λιστα καὶ εἰς ἂκρον ἥκων τῆς μαθηματικῆς ἐπιστήμης, λαιάπου καὶ ἐν τοῖς καλουμένοις γραμματικοῖς ὁ ἀδελφὸς τούτου Μητρόδωρος καὶ μακαρίσαιμι ἂν ἔγωγε αὐτῶν τὴν μητέρα, οὕτω ποικίλης παιδείας ἀνάπλεων γονὴν ἀποκυήσασαν. τούτω τε γὰρ τὼ ἄνδρε τέτοκε, καὶ Ὀλύμπιον, νόμων τε ἀσκήσει χαἰ ἀγώνων δικαστικῶν ἐμπειρίᾳ προσεσχηκότα· καὶ πρός γε Διόσκορον καὶ Ἀλέξανδρον, ἄμφω ἰατρικῆς δαημονεστάτω. τούτων δὲ Διόσκορος μὲν ἐν τῇ πατρίδι κατεβίω, τὰ ἐκ τῆς τέχνης μάλα εὐστόχως ἐπιδεικνύμενος ἒργα· ἂτερος δὲ ἐν τῇ πρεσβύτιδι Ῥώμῃ κατᾠκησεν ἐντιμότατα μετακεκλημένος. Ἀνθεμίου δὲ κὼ Μητροδώρου τὸ κλέος ἁπανταχοῦ περιαγόμενον, καὶ εἰς αὐτὸν ἀγῖκται τὸν βασιλέα. τοιγάρτοι μετάπεμπτοι ἐν Βυζαντίῳ παραγενόμενοι, καὶ αὐτοῦ τὸν λειπόμενον διανύσαντες βιόν, μέγιστα ἑκάτερος τῆς ἰδίας ἀρετῆς γνωρίσματα Παρεστήσατο· ὁ μὲν νέους πολλοὺς τῶν εὐπατριδῶν ἐκπαιδεύσας, καὶ τῆς παγκάλης ἐκείνης μεταδοὺς δοδασκαλίς, ὡς καὶ πόθον ἅπασι τὸ μέρος ἐμβαλεῖν τῆς ἀμφὶ τοὺς λόγους ἐπιμελείας· ὁ δὲ θαυμάσια ἥλικα δημιουργήματα κατὰ τε τὴν πόλιν καὶ ἄλλοθι πολλαχοῦ τεκτηνάμενος, ἅπερ οἶμαι, εἰ κὼ μηδὲν ὁτιοῦν πέρι αὐτῶν λέγοιτο, πλὴν ἀποχρήσει οἱ ἐς ἀείμνηστον δὀξαν ἔστ’ ὃν ἑστήκοι καὶ σώζοιτο. ἀλλὰ γὰρ ὅτου ἕνεκα τοῦδε τοῦ ἀνδρὸς ἐπεμνήσθην, ἐκεῖνό μοι καὶ δὴ αὐτίκα λελέξεται. ἀνήρ τις ἐν Βυζαντίῳ Ζήνων ὂνομα, τῷ μὲν τῶν ῥητόρων καταλόγῳ ἀναγεγραμμένος, ἄλλως δὲ διαφανὴς κω βασιλεῖ γνωριμώτατος, κατῴκει ἀγχοῦ που τοῦ Ἀνδεμίου, ὡς δοκεῖν ἑκατέρῳ ἡνῶσθαι τὼ οἴκω, καὶ ὑφ’ ἐνἰ τέματι διαμετρεῖσθαι. προελθόντος δὲ χρόνου, ἔρις αὐτοῖς ἐνέπεσε καὶ δυσκολία ἢ τοῦ διοπτεύεσθαι χάριν, τυχὸν οὐ πρότερον εἰθισμένον, ἢ νεωτέρας οἰκοδομίας πέρα τοῦ μετρίου ἐς ὕψος ἀρθείσης καὶ τῷ φωτὶ λυμαινομένης, ἢ ἄλλου του πέρι, ὁποῖα πολλὰ τοῖς πλησιαίτατα προσοικοῦσι διαφιλονεικεῖσθαι ἀνάγκη.