Ancient Greek · ~8 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 7-2
Not analysed yet
ζ΄. Τότε δὴ οὖν ὁ Ἀνθέμιος ὑπὸ τοῦ ἐναντίου ἅτε δικηγόρου καταρητορευόμενος, κὼ οὐχ οἶός τε ὢν τῇ δεινότητι τῶν ῥημάτων ἐκ τῶν ὁμοίων ἀντιφέρεσθαι, ὁ δὲ ἐκ τῆς οἰκείας αὐτὸν ἀντελύπησε τέχνης τρόπῳ τοιῷδε. δόμον τινὰ ὐπερῷον ὁ Ζήνων ἐκέκτητο, εὐρύν τε λίαν καὶ διαπρεπῆ καὶ περιεργότατα πεποικιλμένον, ἐν ᾦ δὴ τὰ πολλὰ ἐμφιλοχωρεῖν εἰώθει καὶ ἐστιᾷν ἑστιᾷν τοὺς φιλτάτους. τούτου δὲ τὰ πρὸς τῷ ἐνδιαιτήματα τῆς Ἀνθεμίου ὄντα ἐτύγχανε μοίρας, ὡς τὸ μεταξὺ τέγος τῷ μὲν ἐς ὀροφὴν, τῷ δὲ ἐς βάσιν παρατετάλελέξεται σθαι. ἐνταῦθα δὴ οὖν λέβητας μεγάλους ὓδατος ἐμπλήσας. διακριδὸν ἔστησε πολλαχοῦ τοῦ δωματίου, αὐλοὺς δὲ αὐτοῖς ἔξωθεν σκυτίνους περιβαλὼν, κάτω μὲν εὐρυνομένους ὡς ἂπασαν τὴν στεφάνην περιβεβύσθαι· ἒξῆς δὲ καθόπερ σάλπιγγα ὑποστελλομένους, καὶ ἐς τὸ ἀναλογοῦν τελευτῶντας, ταῖς δοκοῖς καὶ ταῖς σανίσι τὰ ἀπολήγοτα, καὶ ἐς τὸ ἀκριβὲς ἐνεπερόνησεν, ὡς καὶ τὸν ἐν αὐτοῖς ἀπειλημμένον ἀέρα ἀφετὸν μὲν ἔχειν τὴν ἄνω φορὰν, διὰ τῆς κενότητος ἀνιόντα καὶ γυμνῇ προσψαύειν τῇ ὀροφῇ κατὰ τὸ παρεῖκον καὶ τῇ βύρσῃ περιεχόμενον, ἣκιστα δὲ ἐς τὰ ἐκτὸς διαῤῤεῖν ὑπεκφέρεσθαι. ταῦτα δὴ οὖν ἐκ τοῦ ἀφανοῦς καταστησάμενος, πῦρ ἐνῆκε σφοδρὸν ὑπὸ τοὺς τῶν λεβήτων πυθμένας, καὶ φλόγα ἒξῆψε μεγάλην· αὐτίκα δὲ τοῦ ὕδατος διαθερομένου καὶ ἀνακαχλάξοντος, ἀτμὸς ἐπῆρτο πολὺς καὶ ἀμεῤῤιπίξετο παχύς τε καὶ πεπυκνωμένος· οὐκ ἔχων δὲ ὅπη διαχυθείη, ἐπὶ τοὺς αὐλοὺς ἀνεῖρπε, καὶ τῇ στενότητι πιεζόμενος, βιαιότερον ἀνεπέμπετο, ἕως τῇ στέγῃ προσπταίων ἐνδελεχέστατα, ἐδόνησεν ἃπασαν καὶ διέσεισεν, ὅσον ὑποτρέμειν ἠρέμα καὶ διατετριγέναι τὰ ξύλα. οἱ δὲ ἀμφὶ τὸν Ζήνωνα ἐταράττοντο καὶ ἐδείμαινον, καὶ ἀμφὶ τὴν λεωφόρον ἐξέπιπτον ποτνιώμενοι καὶ βοῶντες, καὶ τῷ δεινῷ καταπεπληγμένοι· φοιτῶν τε ἐκεῖνος έν τοῖς βασιλείοις, ἀνεπυνθάνετο τῶν γνωρίμων, ὅπως αὐτοῖς τὰ τοῦ σεισμοῦ κατεφάνη, κω μή τι σφᾶς ὁτῳδηοῦν τρόπῳ διεδηλήατο. τῶν δὲ „εὐφήμει” λεγόντων, „ὦ' τᾶν” καὶ „ἂπαγε”, κω μήποτε γένοιτο”, καὶ πρός γε νεμεσώντων αὐτῷ ὡς δὴ τοιαῦτα φευκτὰ καὶ ἀπαίσια τερατευομένῳ, οὐκ εἶχεν ὅ, τι καἰ διανοηδείη. οὔτε γὰρ ἀπιστεῖν ἐαυτῷ οἷός τε ἦν ἐφ’ οἶς ἠπίστατο ἀρτίως γεγενημένοις, καὶ διαμάχεσθαι κατῃδεῖτο ἐτιπολύ τοσούτοις ἀνδράσι καὶ οὕτω καταμεμφομένοις.